previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1245β] τοῦτο δ᾽ ἐστὶν ὁτὲ μὲν πάθος, ὁτὲ δὲ πρᾶξις, ὁτὲ δὲ ἕτερόν τι. εἰ δ᾽ αὐτὸν εὖ ζῆν, καὶ οὕτω καὶ τὸν φίλον, ἐν δὲ τῷ συζῆν συνεργεῖν, κοινωνία τῶν ἐν τέλει μάλιστά γε. διὸ δεῖ [5] συνθεωρεῖν καὶ συνευωχεῖσθαι, οὐ τὰ διὰ τροφὴν καὶ τὰ ἀναγκαῖα: αἱ τοιαῦται ὁμιλίαι δοκοῦσιν εἶναι, ἀλλὰ ἀπολαύσεις. ἀλλ᾽ ἕκαστος οὗ δύναται τυγχάνειν τέλους, ἐν τούτῳ βούλεται συζῆν: εἰ δὲ μή, καὶ ποιεῖν εὖ καὶ πάσχειν ὑπὸ τῶν φίλων αἱροῦνται μάλιστα. ὅτι μὲν τοίνυν [10] καὶ δεῖ συζῆν, καὶ ὅτι μάλιστα βούλονται πάντες, καὶ ὅτι εὐδαιμονέστατος καὶ ἄριστος μάλιστα τοιοῦτος, φανερόν: ὅτι δὲ κατὰ τὸν λόγον οὐκ ἐφαίνετο, καὶ τοῦτ᾽ εὐλόγως συνέβαινε λέγοντος ἀληθῆ. κατὰ τὴν σύνθεσιν γὰρ τῆς παραβολῆς ἀληθοῦς οὔσης λύσις οὐκ ἔστιν. ὅτι γὰρ θεὸς οὐ [15] τοιοῦτος οἷος δεῖσθαι φίλου, καὶ τὸν ὅμοιον ἀξιοῦμεν. καίτοι κατὰ τοῦτον τὸν λόγον οὐδὲ νοήσει σπουδαῖος: οὐ γὰρ οὕτως θεὸς εὖ ἔχει, ἀλλὰ βέλτιον ὥστε ἄλλο τι νοεῖν παρ᾽ αὐτὸς αὑτόν. αἴτιον δ᾽ ὅτι ἡμῖν μὲν τὸ εὖ καθ᾽ ἕτερον, ἐκείνῳ δὲ αὐτὸς αὑτοῦ τὸ εὖ ἐστίν. [20]

καὶ τὸ ζητεῖν ἡμῖν καὶ εὔχεσθαι πολλοὺς φίλους, ἅμα δὲ λέγειν ὡς οὐθεὶς φίλος πολλοὶ φίλοι, ἄμφω λέγεται ὀρθῶς. ἐνδεχομένου γὰρ πολλοῖς συζῆν ἅμα καὶ συναισθάνεσθαι ὡς πλείστοις αἱρετώτατον: ἐπεὶ δὲ χαλεπώτατον, ἐν ἐλάττοσιν ἀνάγκη τὴν ἐνέργειαν τῆς συναισθήσεως εἶναι, ὥστ᾽ οὐ μόνον χαλεπὸν τὸ [25] πολλοὺς κτήσασθαιπείρας γὰρ δεῖ), ἀλλὰ καὶ οὖσι χρήσασθαι.

καὶ ὁτὲ μὲν ἀπεῖναι εὖ πράττοντα τὸν φιλούμενον βουλόμεθα, ὁτὲ δὲ μετέχειν τῶν αὐτῶν, καὶ τὸ ἅμα βούλεσθαι εἶναι φιλικόν. ἐνδεχομένου μὲν γὰρ ἅμα καὶ εὖ, τοῦτο πάντες αἱροῦνται: μὴ ἐνδεχομένου δέ, ἀλλ᾽ ὥσπερ τὸν [30] Ἡρακλῆ ἴσως ἂν μήτηρ εἵλετο θεὸν εἶναι μᾶλλον μετ᾽ αὐτῆς ὄντα τῷ Εὐρυσθεῖ θητεύειν. ὁμοίως γὰρ ἂν εἴπειεν καὶ ὃν Λάκων ἔσκωψεν, ἐπεί τις ἐκέλευσεν αὐτὸν χειμαζόμενον ἐπικαλέσασθαι τοὺς Διοσκόρους. δοκεῖ δὲ τοῦ μὲν φιλοῦντος τὸ ἀπείργειν εἶναι τῆς συμμεθέξεως τῶν [35] χαλεπῶν, τοῦ δὲ φιλουμένου τὸ βούλεσθαι συμμετέχειν, καὶ ταῦτα ἀμφότερα συμβαίνει εὐλόγως. δεῖ γὰρ τῷ φίλῳ μηθὲν εἶναι οὕτω λυπηρὸν ὡς μὴ ἰδεῖν τὸν φίλον: δοκεῖ δὲ δεῖν αἱρεῖσθαι μὴ τὸ αὑτοῦ. διὸ κωλύουσι συμμετέχειν: ἱκανοὶ γὰρ αὐτοὶ κακοπαθοῦντες, ἵνα μὴ φαίνωνται τὰ αὑτῶν σκοποῦντες καὶ αἱρεῖσθαι τὸ χαίρειν λυπουμένου τοῦ φίλου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: