previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα δὲ ποιήσαντες εἰσκαλοῦσι τοὺς ἀγῶνας, ὅταν μὲν τὰ ἴδια δικάζωσι τοὺς ἰδίους, τῷ ἀριθμῷ δ#, ἕνα ἐξ̣ ἑκάστων τ̣ῶν δικῶν τῶν ἐκ τοῦ νόμου, καὶ διομνύουσιν οἱ ἀντίδικοι εἰς αὐτὸ τὸ πρᾶγμα ἐρεῖν: ὅταν δὲ τὰ δημόσια, τοὺς δημοσίους, καὶ ἕνα μόνον ἐκδικάζουσι. [2] εἰσὶ δὲ κλεψύδραι αὐλίσκους ἔχουσα̣ι̣ ἔ̣κρους, εἰς ἃς τὸ ὕδ̣ωρ ἐ̣γχέουσι, πρὸς δεῖ λέγειν περὶ τὰς δίκας. δίδ̣οτα̣ι δὲ δ̣ε̣κ̣άχους ταῖς ὑπὲρ πεντακισχιλίας καὶ τρίχους τῷ δευτέρῳ λόγῳ, ἑπτάχους δὲ ταῖς μέχρι πεντακ̣ισχιλίων καὶ δίχους, πεντ̣άχους δὲ ταῖς ἐν̣τὸς β καὶ δίχους, ἑξάχους δ̣ὲ̣ ταῖς διαδικ̣ασί̣αι̣ς, αἷς ὕστερον λόγος οὐκ ἔ̣στιν οὐδείς. [3] δ᾽ ἐφ᾽ ὕδωρ εἰληχὼς ἐπιλαμβάνει τ̣ὸν αὐλίσκον, ἐπειδὰν μέλλῃ τινὰ νόμον μαρτυρίαν τοιοῦτόν τι γραμματεὺς ἀναγιγνώσκειν. ἐπειδὰν δὲ πρὸς διαμεμετρημένην τὴν ἡμέραν̣ ἀγὼν, τότε δὲ οὐκ ἐπιλαμβάνει αὐτόν, ἀλλὰ δίδοται τὸ ἴσον ὕδωρ τῷ τε κατηγοροῦντι καὶ τῷ ἀπολογουμένῳ, [4] διαμετρεῖται δὲ πρὸς τὰς ἡμέρας τοῦ Ποσιδεῶνος ... α̣ρο̣ ... ντ̣α̣ι̣ χρῶνται ... ια ... τενταις τα κλι ... π̣οτ̣ι̣..α̣σιν οἱ δικασ̣ταὶ ... ολ ... ισον ἕκαστοι λ̣ ... τε ... γὰρ ἔσπευδον ... πετ..ρος ἐξωθεῖν τοὺς ... λει..ν ὕδωρ λαμβαν ... εἰσιν μὲν ἕτ̣ερος τοῖς διώκουσιν, δ᾽ ἕτερος τοῖς φεύγουσιν. [5] ἐν δὲ τοῖς ... α̣τ̣ο̣ ... ἐξεῖλε τῷ διαψηφισμῷ ... , δ̣ι̣αιρεῖται δ᾽ ἡμέρα ἐπὶ τοῖς ... ἀγώνων ὅσοις πρόσεστι δεσμὸς θάνατος φυγὴ ἀτιμ̣ία δήμευσις χρημάτων, τιμῆσαι δεῖ τι χρὴ παθεῖν ἀποτεῖσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: