previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὸς δὲ δείξας̣ π̣ά̣λ̣ι̣ν̣ τ̣ῷ ὑπηρέτῃ εἶτ᾽ ἐντὸς εἰσέρχεται τῆς κ̣ιγκλ̣ίδος. δὲ ὑπηρέτης δίδωσιν αὐτῷ βακτηρίαν ὁμόχρων τῷ δικαστηρίῳ, οὗ τὸ αὐτὸ γράμμα ἐστὶν ὅπερ ἐν τῇ βαλάνῳ, ἵνα ἀναγκαῖον αὐτῷ εἰσελθεῖν εἰς εἴληχε̣ δικαστήριον: ἐὰν γὰρ εἰς ἕτερον εἰσίῃ, ἐξελέγχεται ὑπὸ τοῦ χρώματος τῆς βακτηρίας. [2] τοῖς γὰρ δικαστηρίοις χρῶματα ἐπιγέγραπται ἑκάστῳ ἐπὶ τῷ σφηκίσκῳ τῆς εἰσόδου. δὲ λαβὼν τὴν βακτηρίαν βαδίζει εἰς τὸ δικαστήριον τὸ ὁμόχρων μὲν τῇ βακτηρίᾳ, ἔχον δὲ τὸ αὐτὸ γράμμα ὅπερ ἐν τῇ βαλάνῳ. ἐπειδὰν δ᾽ εἰσέλθῃ, παραλαμβάνει σύμβολον δημοσίᾳ παρὰ τοῦ εἰληχότος ταύτην τὴν ἀρχήν. [3] εἶτα τήν τε βάλανον καὶ τὴν βακτηρίαν ἀποτιθέασιν ἐν τῷ δικαστηρίῳ τοῦτον τὸν τρόπον εἰσεληλυθότες. τοῖς δ᾽ ἀπολαγχάνουσιν ἀποδιδόασιν οἱ ἐμπῆκται τὰ πινάκια. [4] οἱ δὲ ὑπηρέται οἱ δημόσιοι ἀπὸ τῆς φυλῆς ἑκάστης παραδιδόασιν τὰ κιβώτια, ἓν ἐπὶ τὸ δικαστήριον ἕκαστον, ἐν ἔνεστιν τὰ ὀνόματα τῆς φυλῆς τὰ ὄντα ἐν ἑκάστῳ τῶν δικαστηρίων. παραδιδόασι δὲ τοῖς εἰληχόσι ταῦτα ἀποδιδόναι τοῖς δικασταῖς ἐν ἑκάστῳ [τῷ] δικαστηρίῳ ἀριθμῷ τὰ πινάκια, ὅπως ἐκ τούτων καλοῦντες ἀποδιδῶσι τὸν μισθόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: