Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] δικάζειν δ᾽ ἔξεστιν τοῖς ὑπὲρ λ# ἔτη γεγονόσιν, ὅσοι αὐτῶν μὴ ὀφείλουσιν τῷ δημοσίῳ ἢ ἄτιμοί εἰσιν. ἐὰν δέ τις δικάζῃ οἷς μὴ ἔξεστιν, ἐνδείκνυται καὶ εἰς τὸ δικαστήριον εἰσάγεται: ἐὰν δ᾽ ἁλῷ, προστιμῶσιν αὐτῷ οἱ δικασταί, ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ἐὰν δὲ ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσθαι, ἕως ἂν ἐκτείσῃ τό τε πρότερον ὄφλημα ἐφ᾽ ᾧ ἐνεδείχθη, καὶ ὅ τι ἂν αὐτῷ προστιμήσῃ τὸ δικαστήριον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.