Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] ἦσαν δὲ καὶ σιτοφύλακες κληρωτοὶ ι#, πέντε μὲν εἰς Πειραιέα, πέντε δ᾽ εἰς ἄστυ, νῦν δ᾽ εἴκοσι μὲν εἰς ἄστυ, πεντεκαίδεκα δ᾽ εἰς Πειραιέα. οὗτοι δ᾽ ἐπιμελοῦνται, πρῶτον μὲν ὅπως ὁ ἐν ἀγορᾷ σῖτος ἀργὸς ὤνιος ἔσται δικαίως, ἔπειθ᾽ ὅπως οἵ τε μυλωθροὶ πρὸς τὰς τιμὰς τῶν κριθῶν τὰ ἄλφιτα πωλήσουσιν, καὶ οἱ ἀρτοπῶλαι πρὸς τὰς τιμὰς τῶν πυρῶν τοὺς ἄρτους, καὶ τὸν σταθμὸν ἄγοντας ὅσον ἂν οὗτοι τάξωσιν. ὁ γὰρ νόμος τούτους κελεύει τάττειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.