Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δοκιμάζει δὲ καὶ τοὺς ἵππους ἡ βουλή, κἂν μέν τις καλὸν ἵππον ἔχων κακῶς δοκῇ τρέφειν, ζημιοῖ τῷ σίτῳ: τοῖς δὲ μὴ δυναμένοις ἀκολουθεῖν, ἢ μὴ θέλουσι μένειν ἀλλ᾽ ἀνάγουσι, τροχὸν ἐπὶ τὴν γνάθον ἐπιβάλλει, καὶ ὁ τοῦτο παθὼν ἀδόκιμός ἐστι. δοκιμάζει δὲ καὶ τοὺς προδρόμους, οἵτινες ἂν αὐτῇ δοκῷσιν ἐπιτήδειοι προδρομεύειν εἶναι, κἄν τιν᾽ ἀποχειροτονήσῃ, καταβέβηκεν οὗτος. δοκιμάζει δὲ καὶ τοὺς ἁμίππους, κἄν τιν᾽ ἀποχειροτονήσῃ, πέπαυται μισθοφορῶν οὗτος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.