previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

510καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.

Ὀρέστης

ἔσται: πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
515πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;
θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετ᾽: οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε.
τὰ δῶρα μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
520τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος
ἑνός, μάτην μόχθος: ὧδ᾽ ἔχει λόγος.
θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.

Χορός

οἶδ᾽, τέκνον, παρῆ γάρ: ἔκ τ᾽ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
525χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.

Ὀρέστης

καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;

Χορός

τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.

Ὀρέστης

καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;

Χορός

ἐν ι παιδὸς ὁρμίσαι δίκην.

Ὀρέστης

530τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;

Χορός

αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.

Ὀρέστης

καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;

Χορός

ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.

Ὀρέστης

οὔτοι μάταιον: ἀνδρὸς ὄψανον πέλει.

Χορός

535 δ᾽ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν:
πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Herbert Weir Smyth, Ph. D., 1926)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: