previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτων δή μοι τέλος ἐχόντων, ἐκεῖνά σε οἴομαι ποθεῖν ἔτι ἀκοῦσαι, πῶς γίνεται λέξις ἄμετρος ὁμοία καλῷ ποιήματι μέλει, καὶ πῶς ποίημα μέλος πεζῇ λέξει καλῇ παραπλήσιον. ἄρξομαι δὲ πρῶτον ἀπὸ τῆς ψιλῆς λέξεως, ἕνα τῶν ἀνδρῶν προχειρισάμενος ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν, [p. 123] βουλόμενος μὲν καὶ πλείους, οὐκ ἔχων δὲ χρόνον ἱκανὸν ἅπασι. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέλεσι τοὺς Δημοσθένους λόγους, καὶ μάλιστα τάς τε κατὰ Φιλίππου δημηγορίας καὶ τοὺς δικανικοὺς ἀγῶνας τοὺς δημοσίους; ὧν ἐξ ἑνὸς ἀρκέσει λαβεῖν τὸ προοίμιον τουτί:
μηδεὶς ὑμῶν, ἄνδρες Ἀθηναῖοι, νομίσῃ με μήτ᾽ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχ᾽ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν: ἀλλ᾽ εἴπερ ἆρ᾽ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου ἐστί μοι ἅπασα σπουδή.

[p. 124]

πειρατέον δὴ καὶ περὶ τούτων λέγειν φρονῶ. μυστηρίοις μὲν οὖν ἔοικεν ἤδη ταῦτα καὶ οὐκ εἰς πολλοὺς οἷά τε ἐστὶν ἐκφέρεσθαι, ὥστ᾽ οὐκ ἂν εἴην φορτικός, εἰ παρακαλοίηνοἷς θέμις ἐστὶνἥκειν ἐπὶ τὰς τελετὰς τοῦ λόγου, ‘θύρας δ᾽ ἐπιθέσθαιλέγοιμι ταῖς ἀκοαῖς τοὺςβεβήλους’. εἰς γέλωτα γὰρ ἔνιοι λαμβάνουσι τὰ σπουδαιότατα δι᾽ ἀπειρίαν, καὶ ἴσως οὐδὲν ἄτοπον πάσχουσιν. δ᾽ οὖν βούλομαι λέγειν, τοιάδε ἐστί.

πᾶσα λέξις δίχα μέτρου συγκειμένη ποιητικὴν μοῦσαν μελικὴν χάριν οὐ δύναται προσλαβεῖν κατὰ γοῦν τὴν σύνθεσιν αὐτήν: ἐπεὶ καὶ ἐκλογὴ τῶν ὀνομάτων μέγα τι δύναται, καὶ ἔστι τις ὀνομασία ποιητικὴ γλωττηματικῶν τε καὶ ξένων καὶ τροπικῶν καὶ πεποιημένων, οἷς ἡδύνεται ποίησις, εἰς κόρον ἐγκαταμιγέντων τῇ ἀμέτρῳ λέξει, ποιοῦσιν ἄλλοι τε πολλοὶ καὶ οὐχ ἥκιστα Πλάτων: οὐ δὴ λέγω περὶ τῆς ἐκλογῆς, ἀλλ᾽ ἀφείσθω κατὰ τὸ παρὸν περὶ ταῦτα σκέψις. περὶ τῆς συνθέσεως αὐτῆς ἔστω θεωρία τῆς ἐν τοῖς κοινοῖς ὀνόμασι καὶ τετριμμένοις καὶ ἥκιστα ποιητικοῖς τὰς ποιητικὰς χάριτας ἐπιδεικνυμένης. ὅπερ οὖν ἔφην, οὐ δύναται ψιλὴ λέξις ὁμοία γενέσθαι τῇ [p. 125] ἐμμέτρῳ καὶ ἐμμελεῖ, ἐὰν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατατεταγμένους ἀδήλως. οὐ μέντοι προσήκει γε ἔμμετρον οὐδ᾽ ἔρρυθμον αὐτὴν εἶναι δοκεῖνποίημα γὰρ οὕτως ἔσται καὶ μέλος ἐκβήσεταί τε ἁπλῶς τὸν αὑτῆς χαρακτῆρα), ἀλλ᾽ εὔρυθμον αὐτὴν ἀπόχρη καὶ εὔμετρον φαίνεσθαι μόνον: οὕτως γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ.

τίς δ᾽ ἐστὶν τούτων διαφορά, πάνυ ῥᾴδιον ἰδεῖν. μὲν ὅμοια περιλαμβάνουσα μέτρα καὶ τεταγμένους σῴζουσα ῥυθμοὺς καὶ κατὰ στίχον περίοδον στροφὴν διὰ τῶν αὐτῶν σχημάτων περαινομένη κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν ἑξῆς στίχων περιόδων στροφῶν χρωμένη καὶ τοῦτο μέχρι πολλοῦ ποιοῦσα ἔρρυθμός ἐστι καὶ ἔμμετρος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτῃ λέξει μέτρον καὶ μέλος: δὲ πεπλανημένα μέτρα καὶ ἀτάκτους ῥυθμοὺς ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν ἐμφαίνουσα αὐτῶν μήτε ὁμοζυγίαν μήτε ἀντιστροφὴν εὔρυθμος μέν ἐστιν, ἐπειδὴ διαπεποίκιλταί τισιν ῥυθμοῖς, οὐκ ἔρρυθμος δέ, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ τὸ αὐτό. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν ἄμετρον, ἥτις [p. 126] ἐμφαίνει τὸ ποιητικὸν καὶ μελικόν: δὴ καὶ τὸν Δημοσθένη κεχρῆσθαί φημι. καὶ ὅτι ἀληθῆ ταῦτ᾽ ἐστὶ καὶ οὐδὲν ἐγὼ καινοτομῶ, λάβοι μὲν ἄν τις καὶ ἐκ τῆς Ἀριστοτέλους μαρτυρίας τὴν πίστιν: εἴρηται γὰρ τῷ φιλοσόφῳ τά τε ἄλλα περὶ τῆς λέξεως τῆς πολιτικῆς ἐν τῇ τρίτῃ βύβλῳ τῶν ῥητορικῶν τεχνῶν οἵαν αὐτὴν εἶναι προσῆκεν, καὶ δὴ καὶ περὶ τῆς εὐρυθμίας ἐξ ὧν τις τοιαύτη γένοιτο: ἐν τοὺς ἐπιτηδειοτάτους ὀνομάζει ῥυθμοὺς καὶ πῇ χρήσιμος ἕκαστος αὐτῶν καταφαίνεται, καὶ λέξεις παρατίθησί τινας αἷς πειρᾶται βεβαιοῦν τὸν λόγον. χωρὶς δὲ τῆς Ἀριστοτέλους μαρτυρίας, ὅτι ἀναγκαῖόν ἐστιν ἐμπεριλαμβάνεσθαί τινας τῇ πεζῇ λέξει ῥυθμούς, εἰ μέλλοι τὸ ποιητικὸν ἐπανθήσειν αὐτῇ κάλλος, ἐκ τῆς πείρας τις αὐτῆς γνώσεται.

αὐτίκα κατὰ Ἀριστοκράτους λόγος οὗ καὶ μικρῷ πρότερον ἐμνήσθην ἄρχεται μὲν ἀπὸ κωμικοῦ στίχου τετραμέτρου ἐξ ἀναπαίστων ῥυθμῶν συγκειμένου, λείπεται δὲ ποδὶ τοῦ τελείου, παρ᾽ καὶ λέληθεν: ‘μηδεὶς ὑμῶν, ἄνδρες Ἀθηναῖοι, νομίσῃ με’: τοῦτο γὰρ εἰ προσλάβοι τὸ μέτρον πόδα ἤτοι κατ᾽ ἀρχὰς διὰ μέσου ἐπὶ τελευτῆς, τέλειον ἔσται [p. 127] τετράμετρον ἀναπαιστικόν, καλοῦσίν τινες Ἀριστοφάνειον:


μηδεὶς ὑμῶν, ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι,
ἴσον δὲ τῷ

λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο.
τάχα τις ἐρεῖ πρὸς ταῦτα, ὅτι οὐκ ἐξ ἐπιτηδεύσεως τοῦτο ἀλλ᾽ ἐκ ταὐτομάτου ἐγένετο: πολλὰ γὰρ αὐτοσχεδιάζει μέτρα φύσις. ἔστω τοῦτο ἀληθὲς εἶναι. ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν συναλοιφὴν πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ τρίτῳ κώλῳ, πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον τουτί

μήτ᾽ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεκα
ὅμοιον τούτοις

κοῦραι ἐλαφρὰ ποδῶν ἴχνι᾽ ἀειράμεναι.
καὶ τοῦτ᾽ ἔτι κατὰ τὸν αὐτὸν ὑπολάβωμεν αὐτοματισμὸν ἄνευ γνώμης γεγονέναι. ἀλλ᾽ ἑνὸς τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουίτὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον ἐκ δυεῖν συνέστηκεν μέτρων: ‘μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, [p. 128] ἑτοίμως οὕτως ἐπὶ τούτῳ’: εἰ γὰρ τὸ Σαπφικόν τις ἐπιθαλάμιον τουτί

οὐ γὰρ ἦν ἀτέρα πάις, γαμβρέ, τοιαύτά ποτα
καὶ τοῦ κωμικοῦ τετραμέτρου, λεγομένου δὲ Ἀριστοφανείου τουδί

ὅτ᾽ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη
'νενόμιστο
τοὺς τελευταίους πόδας τρεῖς καὶ τὴν κατάληξιν ἐκλαβὼν συνάψειε τοῦτον τὸν τρόπον

οὐ γὰρ ἦν ἀτέρα πάις, γαμβρέ, τοιαύτά ποτα
καὶ σωφροσύνη 'νενόμιστο:
οὐδὲν διοίσει τοῦμήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ’. τὸ δ᾽ ἀκόλουθον ἴσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχατον ἀφῃρημένῳ πόδαπροάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν’: τέλειον γὰρ ἔσται πόδα προσλαβὸν καὶ γενόμενον τοιοῦτο

προάγειν ἐμαυτὸν εἰς ἀπέχθειάν τινα.
παρίδωμεν ἔτι καὶ ταῦτα ὡς οὐκ ἐξ ἐπιτηδεύσεως [p. 129] ἀλλ᾽ αὐτοματισμῷ γενόμενα; τί οὖν βούλεται πάλιν τὸ προσεχὲς τούτῳ κῶλον; ἰαμβεῖον γάρ ἐστι καὶ τοῦτο τρίμετρον ὀρθόν

ἀλλ᾽ εἴπερ ἆρ᾽ ὀρθῶς ἐγὼ λογίζομαι,
τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν συλλαβήν. καὶ τί γε δὴ διὰ μέσου παρεμπεσὸν τὸκαὶ σκοπῶ’, ὑφ᾽ οὗ δὴ τὸ μέτρον ἐπισκοτούμενον ἠφάνισται; τὸ δ᾽ ἐπὶ τούτῳ παραλαμβανόμενον κῶλον ἐξ ἀναπαίστων σύγκειται ῥυθμῶν καὶ προάγει μέχρι ποδῶν ὀκτὼ τὸ αὐτὸ σχῆμα διασῷζον

περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ
παρακρουσθέντας,
ὅμοιον τῷ παρ᾽ Εὐριπίδῃ τῷδε

βασιλεῦ χώρας τῆς πολυβώλου
Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει.
καὶ τὸ μετὰ τοῦτο πάλιν κείμενον τοῦ αὐτοῦ κώλου μέρος τουτίἀποστερηθῆναι πάλιν αὐτῆςἰαμβικὸν τρίμετρόν ἐστι ποδὶ καὶ ἡμίσει λειπόμενον: ἐγένετο δ᾽ ἂν τέλειον οὕτως

ἀποστερηθῆναι πάλιν αὐτῆς ἐν μέρει.
[p. 130] ταῦτ᾽ ἔτι φῶμεν αὐτοσχέδια εἶναι καὶ ἀνεπιτήδευτα οὕτω ποικίλα καὶ πολλὰ ὄντα; ἐγὼ μὲν οὐκ ἀξιῶ: καὶ γὰρ τὰ ἑξῆς τούτοις ὅμοια εὑρεῖν ἔστι πολλῶν καὶ παντοδαπῶν ἀνάμεστα μέτρων τε καὶ ῥυθμῶν.

ἀλλ᾽ ἵνα μὴ τοῦτον ὑπολάβῃ τις μόνον οὕτως αὐτῷ κατεσκευάσθαι τὸν λόγον, ἑτέρου πάλιν ἅψομαι τοῦ πάνυ ἡρμηνεῦσθαι δαιμονίως δοκοῦντος, τοῦ ὑπὲρ Κτησιφῶντος, ὃν ἐγὼ κράτιστον ἀποφαίνομαι πάντων λόγων: ὁρῶ δὴ κἀν τούτῳ μετὰ τὴν προσαγόρευσιν τῶν Ἀθηναίων εὐθέως τὸν κρητικὸν ῥυθμόν, εἴτε ἄρα παιᾶνά τις αὐτὸν βούλεται καλεῖνδιοίσει γὰρ οὐδέντὸν ἐκ πέντε συγκείμενον χρόνων οὐκ αὐτοσχεδίως μὰ Δία ἀλλ᾽ ὡς οἷόν τε μάλιστα ἐπιτετηδευμένως δι᾽ ὅλου τοῦ κώλου πλεκόμενον τούτου


τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις.
οὐ τοιοῦτος μέντοι κἀκεῖνός ἐστιν ῥυθμός

Κρησίοις ἐν ῥυθμοῖς παῖδα μέλψωμεν;
ἐμοὶ γοῦν δοκεῖ: ἔξω γὰρ τοῦ τελευταίου ποδὸς τά γε ἄλλα παντάπασιν ἴσα. ἔστω καὶ τοῦτο, εἰ βούλεταί τις, αὐτοσχέδιον: ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ [p. 131] κῶλον ἰαμβεῖόν ἐστιν ὀρθόν, συλλαβῇ τοῦ τελείου δέον, ἵνα δὴ κἀνταῦθα ἄσημον γένηται τὸ μέτρον, ἐπεὶ μιᾶς γε συλλαβῆς προστεθείσης τέλειον ἔσται

ὅσην εὔνοιαν ἔχων ἔγωγε διατελῶ’.
κἄπειτα παιὰν κρητικὸς ἐκεῖνος πεντάχρονος ἥξει ῥυθμὸς ἐν τοῖς ἑξῆς τούτοιςτῇ πόλει καὶ πᾶσιν ὑμῖν τοσαύτην ὑπάρξαί μοι παρ᾽ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα’. τοῦτο γὰρ ἔοικεν, τι μὴ κατακλωμένους ἔχει δύο πόδας ἐν ἀρχαῖς, κατὰ γοῦν τὰ ἄλλα πάντα τῷ παρὰ Βακχυλίδῃ

οὐχ ἕδρας ἔργον οὐδ᾽ ἀμβολᾶς, ἀλλὰ χρυσαιγίδος
Ἰτανίας
χρὴ παρ᾽ εὐδαίδαλον ναὸν ἐλθόντας ἁβρόν τι δεῖξαι.

ὑφορῶμαί τινα πρὸς ταῦτα καταδρομὴν ἀνθρώπων τῆς μὲν ἐγκυκλίου παιδείας ἀπείρων, τὸ δὲ ἀγοραῖον τῆς ῥητορικῆς μέρος ὁδοῦ τε καὶ τέχνης χωρὶς ἐπιτηδευόντων, πρὸς οὓς ἀναγκαῖον ἀπολογήσασθαι, μὴ δόξωμεν ἔρημον ἀφηκέναι τὸν ἀγῶνα. ἐροῦσι δὴ ταῦτα: [p. 132] Δημοσθένης οὖν οὕτως ἄθλιος ἦν, ὥσθ᾽ ὅτε γράφοι τοὺς λόγους, μέτρα καὶ ῥυθμοὺς ὥσπερ οἱ πλάσται παρατιθέμενος, ἐναρμόττειν ἐπειρᾶτο τούτοις τοῖς τύποις τὰ κῶλα στρέφων ἄνω καὶ κάτω τὰ ὀνόματα καὶ παραφυλάττων τὰ μήκη καὶ τοὺς χρόνους καὶ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τὰς ἐγκλίσεις τῶν ῥημάτων καὶ πάντα τὰ συμβεβηκότα τοῖς μορίοις τοῦ λόγου πολυπραγμονῶν; ἠλίθιος μέντἂν εἴη εἰς τοσαύτην σκευωρίαν καὶ φλυαρίαν τηλικοῦτος ἀνὴρ ἑαυτὸν διδούς. ταῦτα δὴ καὶ τὰ τούτοις παραπλήσια κωμῳδοῦντας αὐτοὺς καὶ καταχλευάζοντας οὐ χαλεπῶς ἄν τις ἀποκρούσαιτο ταῦτα εἰπών: πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον ἦν, εἰ τοσαύτης δόξης ἠξιωμένος ἀνὴρ ὅσης οὐδεὶς τῶν πρότερον ὀνομασθέντων ἐπὶ δεινότητι λόγων, ἔργα συνταττόμενος αἰώνια καὶ διδοὺς ἑαυτὸν ὑπεύθυνον τῷ πάντα βασανίζοντι φθόνῳ καὶ χρόνῳ ἐβουλήθη μηδὲν εἰκῇ μήτε πρᾶγμα παραλαμβάνειν μήτ᾽ ὄνομα, πολλὴν δ᾽ ἀμφοῖν ἔχειν τούτων πρόνοιαν τῆς τε ἐν τοῖς νοήμασιν οἰκονομίας καὶ τῆς εὐμορφίας τῆς περὶ τὰ ὀνόματα, ἄλλως τε καὶ τῶν τότε ἀνθρώπων οὐ γραπτοῖς ἀλλὰ γλυπτοῖς καὶ [p. 133] τορευτοῖς ἐοικότας ἐκφερόντων λόγους, λέγω δὲ Ἰσοκράτους καὶ Πλάτωνος τῶν σοφιστῶν: μέν γε τὸν πανηγυρικὸν λόγον, ὡς οἱ τὸν ἐλάχιστον χρόνον γράφοντες ἀποφαίνουσιν, ἐν ἔτεσι δέκα συνετάξατο, δὲ Πλάτων τοὺς ἑαυτοῦ διαλόγους κτενίζων καὶ βοστρυχίζων καὶ πάντα τρόπον ἀναπλέκων οὐ διέλειπεν ὀγδοήκοντα γεγονὼς ἔτη: πᾶσι γὰρ δήπου τοῖς φιλολόγοις γνώριμα τὰ περὶ τῆς φιλοπονίας τἀνδρὸς ἱστορούμενα τά τε ἄλλα καὶ δὴ καὶ τὰ περὶ τὴν δέλτον, ἣν τελευτήσαντος αὐτοῦ λέγουσιν εὑρεθῆναι ποικίλως μετακειμένην τὴν ἀρχὴν τῆς Πολιτείας ἔχουσαν τήνδεκατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος’. τί οὖν ἦν ἄτοπον, εἰ καὶ Δημοσθένει φροντὶς εὐφωνίας τε καὶ ἐμμελείας ἐγένετο καὶ τοῦ μηδὲν εἰκῇ καὶ ἀβασανίστως τιθέναι μήτε ὄνομα μήτε νόημα; πολύ τε γὰρ μᾶλλον ἐμοὶ δοκεῖ προσήκειν ἀνδρὶ κατασκευάζοντι λόγους πολιτικοὺς μνημεῖα τῆς ἑαυτοῦ δυνάμεως αἰώνια μηδενὸς τῶν ἐλαχίστων ὀλιγωρεῖν, ζῳγράφων τε καὶ τορευτῶν παισὶν ἐν ὕλῃ φθαρτῇ χειρῶν εὐστοχίας καὶ πόνους ἀποδεικνυμένοις περὶ τὰ φλέβια καὶ τὰ πτίλα καὶ τὸν χνοῦν καὶ τὰς τοιαύτας [p. 134] μικρολογίας κατατρίβειν τῆς τέχνης τὴν ἀκρίβειαν. τούτοις τε δὴ τοῖς λόγοις χρώμενος δοκεῖ μοί τις ἂν οὐδὲν ἔξω τοῦ εἰκότος ἀξιοῦν καὶ ἔτι ἐκεῖνα εἰπών, ὅτι μειράκιον μὲν ὄντα καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ἦν πάντα περισκοπεῖν, ὅσα δυνατὰ ἦν εἰς ἐπιτήδευσιν ἀνθρωπίνην πεσεῖν: ἐπειδὴ δὲ χρόνιος ἄσκησις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου τε καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ἤδη ποιεῖν. οἷόν τι γίνεται κἀν ταῖς ἄλλαις τέχναις, ὧν ἐνέργειά τις ποίησις τὸ τέλος: αὐτίκα οἱ κιθαρίζειν τε καὶ ψάλλειν καὶ αὐλεῖν ἄκρως εἰδότες ὅταν κρούσεως ἀκούσωσιν ἀσυνήθους, οὐ πολλὰ πραγματευθέντες ἀπαριθμοῦσιν αὐτὴν εὐθὺς ἐπὶ τῶν ὀργάνων ἅμα νοήσει: μανθάνοντες δέ γε χρόνῳ τε πολλῷ καὶ πόνῳ τὰς δυνάμεις τῶν φθόγγων ἀναλαμβάνουσιν, καὶ οὐκ εὐθὺς αἱ χεῖρες αὐτῶν ἐν ἕξει τοῦ δρᾶν τὰ παραγγελλόμενα ἦσαν, ὀψὲ δέ ποτε καὶ ὅτε πολλὴ ἄσκησις αὐταῖς εἰς φύσεως ἰσχὺν κατέστησε τὸ ἔθος, τότε τῶν ἔργων ἐγένοντο ἐπιτυχεῖς. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; γὰρ ἅπαντες ἴσμεν, ἀπόχρη καὶ πᾶσαν αὐτῶν διακόψαι τὴν φλυαρίαν. τί δ᾽ ἐστὶ τοῦτο; τὰ γράμματα ὅταν παιδευώμεθα, [p. 135] πρῶτον μὲν τὰ ὀνόματα αὐτῶν ἐκμανθάνομεν, ἔπειτα τοὺς τύπους καὶ τὰς δυνάμεις, εἶθ᾽ οὕτω τὰς συλλαβὰς καὶ τὰ ἐν ταύταις πάθη, καὶ μετὰ τοῦτο ἤδη τὰς λέξεις καὶ τὰ συμβεβηκότα αὐταῖς, ἐκτάσεις τε λέγω καὶ συστολὰς καὶ προσῳδίας καὶ τὰ παραπλήσια τούτοις: ὅταν δὲ τὴν τούτων ἐπιστήμην λάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν μὲν καὶ βραδέως τὸ πρῶτον: ἐπειδὰν δὲ χρόνος ἀξιόλογος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυχαῖς ἡμῶν ἐμποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτὰ καὶ πᾶν τι ἂν ἐπιδῷ τις βυβλίον ἀπταίστῳ διερχόμεθα ἕξει τε καὶ τάχει ἀπίστῳ. τοιοῦτο δὴ καὶ περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ περὶ τὴν εὐέπειαν τῶν κώλων ὑποληπτέον γίνεσθαι παρὰ τοῖς ἀθληταῖς τοῦ ἔργου. τοὺς δὲ τούτου ἀπείρους ἀτριβεῖς ἔργου ὁτουοῦν θαυμάζειν καὶ ἀπιστεῖν, εἴ τι κεκρατημένως ὑφ᾽ ἑτέρου γίνεται διὰ τέχνης, οὐκ ἄλογον. πρὸς μὲν οὖν τοὺς εἰωθότας χλευάζειν τὰ παραγγέλματα τῶν τεχνῶν ταῦτα εἰρήσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: