previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ καὶ τοὺς ῥυθμοὺς ἔφην οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς καὶ μεγαλοπρεποῦς συνθέσεως, ἵνα μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδ᾽ ἔμμετρον εἰσάγοντα διάλεκτον, ἀποδώσω καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δ᾽ οὕτως:

πᾶν ὄνομα καὶ ῥῆμα καὶ ἄλλο μόριον λέξεως, τι μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται: τὸ δ᾽ αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. δισυλλάβου μὲν οὖν λέξεως διαφοραὶ τρεῖς. γὰρ ἐξ ἀμφοτέρων ἔσται βραχειῶν ἐξ ἀμφοτέρων μακρῶν τῆς μὲν βραχείας, τῆς δὲ μακρᾶς. τοῦ δὲ τρίτου τούτου ῥυθμοῦ διττὸς τρόπος: μέν τις ἀπὸ βραχείας ἀρχόμενος καὶ λήγων εἰς μακράν, δ᾽ ἀπὸ μακρᾶς καὶ λήγων εἰς βραχεῖαν. μὲν οὖν βραχυσύλλαβος ἡγεμών τε καὶ [p. 69] πυρρίχιος καλεῖται, καὶ οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός: σχῆμα δ᾽ αὐτοῦ τοιόνδε


λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.
δ᾽ ἀμφοτέρας τὰς συλλαβὰς μακρὰς ἔχων κέκληται μὲν σπονδεῖος, ἀξίωμα δὲ ἔχει μέγα καὶ σεμνότητα πολλήν: παράδειγμα δ᾽ αὐτοῦ τόδε

ποίαν δῆθ᾽ ὁρμάσω, ταύταν
κείναν, κείναν ταύταν;
δ᾽ ἐκ βραχείας τε καὶ μακρᾶς συγκείμενος ἐὰν μὲν τὴν ἡγουμένην λάβῃ βραχεῖαν, ἴαμβος καλεῖται, καὶ ἔστιν οὐκ ἀγεννής: ἐὰν δὲ ἀπὸ τῆς μακρᾶς ἄρχηται, τροχαῖος, καὶ ἔστι μαλακώτερος θατέρου καὶ ἀγεννέστερος: παράδειγμα δὲ τοῦ μὲν προτέρου τοιόνδε

ἐπὶ σχολῇ πάρεστι, παῖ Μενοιτίου.
τοῦ δ᾽ ἑτέρου

θυμέ, θύμ᾽ ἀμηχάνοισι κήδεσιν κυκώμενε.
δισυλλάβων μὲν δὴ μορίων λέξεως διαφοραί τε καὶ
ῥυθμοὶ καὶ σχήματα τοσαῦτα: τρισυλλάβων δ᾽ ἕτερα [p. 70] πλείω τῶν εἰρημένων καὶ ποικιλωτέραν ἔχοντα θεωρίαν. μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν συνεστώς, καλούμενος δὲ ὑπό τινων χορεῖος τρίβραχυς πούς, οὗ παράδειγμα τοιόνδε

Βρόμιε, δορατοφόρ᾽, ἐνυάλιε, πολεμοκέλαδε,
ταπεινός τε καὶ ἄσεμνός ἐστι καὶ ἀγεννής, καὶ οὐδὲν ἂν ἐξ αὐτοῦ γένοιτο γενναῖον. δ᾽ ἐξ ἁπασῶν μακρῶν, μολοττὸν δ᾽ αὐτὸν οἱ μετρικοὶ καλοῦσιν, ὑψηλός τε καὶ ἀξιωματικός ἐστι καὶ διαβεβηκὼς ἐπὶ πολύ: παράδειγμα δὲ αὐτοῦ τοιόνδε

Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.
δ᾽ ἐκ μακρᾶς καὶ δυεῖν βραχειῶν μέσην μὲν λαβὼν τὴν μακρὰν ἀμφίβραχυς ὠνόμασται, καὶ οὐ σφόδρα τῶν εὐσχήμων ἐστὶ ῥυθμῶν ἀλλὰ διακέκλασταί τε καὶ πολὺ τὸ θῆλυ καὶ ἀηδὲς ἔχει, οἷά ἐστι ταυτί

Ἴακχε θρίαμβε, σὺ τῶνδε χοραγέ.
δὲ προλαμβάνων τὰς δύο βραχείας ἀνάπαιστος μὲν καλεῖται, σεμνότητα δ᾽ ἔχει πολλήν: καὶ ἔνθα δεῖ [p. 71] μέγεθός τι περιτιθέναι τοῖς πράγμασιν πάθος, ἐπιτήδειός ἐστι παραλαμβάνεσθαι: τούτου τὸ σχῆμα τοιόνδε

βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν.
δὲ ἀπὸ τῆς μακρᾶς ἀρχόμενος, λήγων δὲ εἰς τὰς βραχείας δάκτυλος μὲν καλεῖται, πάνυ δ᾽ ἐστὶ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος, καὶ τό γε ἡρωικὸν μέτρον ἀπὸ τούτου κοσμεῖται ὡς ἐπὶ τὸ πολύ: παράδειγμα δὲ αὐτοῦ τόδε

Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.
οἱ μέντοι ῥυθμικοὶ τούτου τοῦ ποδὸς τὴν μακρὰν βραχυτέραν εἶναί φασι τῆς τελείας, οὐκ ἔχοντες δ᾽ εἰπεῖν ὅσῳ, καλοῦσιν αὐτὴν ἄλογον. ἕτερός ἐστιν ἀντίστροφον ἔχων τούτῳ ῥυθμόν, ὃς ἀπὸ τῶν βραχειῶν ἀρξάμενος ἐπὶ τὴν ἄλογον τελευτᾷ: τοῦτον χωρίσαντες ἀπὸ τῶν ἀναπαίστων κυκλικὸν καλοῦσι παράδειγμα αὐτοῦ φέροντες τοιόνδε

κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν.
[p. 72] περὶ ὧν ἂν ἕτερος εἴη λόγος: πλὴν ἀμφότεροί γε τῶν πάνυ καλῶν οἱ ῥυθμοί. ἓν ἔτι λείπεται τρισυλλάβων ῥυθμῶν γένος, συνέστηκεν ἐκ δύο μακρῶν καὶ βραχείας, τρία δὲ ποιεῖ σχήματα: μέσης μὲν γὰρ γινομένης τῆς βραχείας, ἄκρων δὲ τῶν μακρῶν κρητικός τε λέγεται καὶ ἔστιν οὐκ ἀγεννής. ὑπόδειγμα δὲ αὐτοῦ τοιοῦτον

οἳ δ᾽ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.
ἂν δὲ τὴν ἀρχὴν αἱ δύο μακραὶ κατάσχωσιν, τὴν δὲ τελευτὴν βραχεῖα, οἷά ἐστι ταυτί

σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι,
ἀνδρῶδες πάνυ ἐστὶ τὸ σχῆμα καὶ εἰς σεμνολογίαν ἐπιτήδειον. τὸ δ᾽ αὐτὸ συμβήσεται κἂν βραχεῖα προτεθῇ τῶν μακρῶν: καὶ γὰρ οὗτος ῥυθμὸς ἀξίωμα ἔχει καὶ μέγεθος: παράδειγμα δὲ αὐτοῦ τόδε

τίν᾽ ἀκτάν, τίν᾽ ὕλαν δράμω; ποῖ πορευθῶ;
[p. 73] τούτοις ἀμφοτέροις ὀνόματα κεῖται τοῖς ποσὶν ὑπὸ τῶν μετρικῶν βακχεῖος μὲν τῷ προτέρῳ, θατέρῳ δὲ ὑποβάκχειος. οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν, ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα: οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ποὺς οὔτ᾽ ἐλάττων ἔσται δύο συλλαβῶν οὔτε μείζων τριῶν. καὶ περὶ μὲν τούτων οὐκ οἶδ᾽ τι δεῖ τὰ πλείω λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: