next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 421] ἐγὼ μέν ὑπελάμβανον ἀρκούντως δεδηλωκέναι τὸν Θουκυδίδου χαρακτῆρα, τὰ μέγιστα καὶ κυριώτατα τῶν ὑπαρχόντων περὶ αὐτὸν ἰδιωμάτων ἐπεξελθών, ἐν οἷς γε δὴ μάλιστα διαφέρειν ἔδοξέν μοι τῶν πρὸ αὐτοῦ ῥητόρων τε καὶ συγγραφέων, πρότερον μὲν ἐν τοῖς περὶ τῶν ἀρχαίων ῥητόρων πρὸς τὸ σὸν ὄνομα συνταχθεῖσιν ὑπομνηματισμοῖς, ὀλίγοις δὲ δὴ πρόσθεν χρόνοις ἐν τῇ περὶ αὐτοῦ τοῦ Θουκυδίδου κατασκευασθείσῃ γραφῇ προσειπὼν τὸν Αἴλιον Τουβέρωνα, ἐν πάντα τὰ δεόμενα λόγου μετὰ τῶν οἰκείων ἀποδείξεων διεξελήλυθα κατὰ τὴν ἐμαυτοῦ δύναμιν: σοῦ δὲ ὑπολαμβάνοντος ἧττον ἠκριβῶσθαι τὰς γραφάς, ἐπειδὴ προεκθέμενος ἅπαντα τὰ συμβεβηκότα τῷ χαρακτῆρι τότε τὰς περὶ αὐτῶν πίστεις παρέχομαι, ἀκριβεστέραν [p. 422] δὲ τὴν δήλωσιν τῶν ἰδιωμάτων τοῦ χαρακτῆρος ἔσεσθαι νομίζοντος, εἰ παρὰ μίαν ἑκάστην τῶν προθέσεων τὰς λέξεις τοῦ συγγραφέως παρατιθείην, οἱ τὰς τέχνας καὶ τὰς εἰσαγωγὰς τῶν λόγων πραγματευόμενοι ποιοῦσιν, προελόμενος εἰς μηδὲν ἐλλείπειν καὶ τοῦτο πεποίηκα, τὸ διδασκαλικὸν σχῆμα λαβὼν ἀντὶ τοῦ ἀποδεικτικοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: