Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ οὐκ ἐπὶ μὲν τῆς ἑρμηνείας τοιοῦτός ἐστιν, ἐν
δὲ τοῖς πράγμασιν ἄκαιρός τις καὶ μακρός, συνέστραπται
δὲ εἴ τις καὶ ἄλλος καὶ πεπύκνωται τοῖς νοήμασι, καὶ
τοσούτου δεῖ τῶν οὐκ ἀναγκαίων τι λέγειν, ὥστε καὶ
πολλὰ καὶ τῶν χρησίμων ἂν δόξειε παραλιπεῖν, οὐ μὰ
Δία ἀσθενείᾳ εὑρέσεως αὐτὸ ποιῶν, ἀλλὰ συμμετρήσει
τοῦ χρόνου, πρὸς ὃν ἔδει γενέσθαι τοὺς λόγους. βραχύς
γε μὴν οὗτος, ὡς μὲν ἰδιώτῃ δηλῶσαι βουλομένῳ τὰ
πράγματα ἀποχρῶν, ὡς δὲ ῥήτορι περιουσίαν δυνάμεως
ἐνδείξασθαι ζητοῦντι οὐχ ἱκανός. μιμητέον δὴ καὶ
τὴν βραχύτητα τὴν Λυσίου: μετριωτέρα γὰρ οὐκ ἂν
εὑρεθείη παρ᾽ ἑτέρῳ ῥήτορι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.