Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοιοῦτος μὲν δὴ ἔστιν ὁ Λυσίου χαρακτήρ, ὡς ἐγὼ
δόξης ἔχω περὶ αὐτοῦ. εἰ δέ τις ἄλλα παρὰ ταῦτα
ἔγνωκεν, λεγέτω: κἂν ᾖ πιθανώτερα, πολλὴν αὐτῷ
χάριν εἴσομαι. ἵνα δὲ βέλτιον τῷ βουλομένῳ ἐγγένηται
μαθεῖν, εἴτε ὀρθῶς ἡμεῖς ταῦτα καὶ προσηκόντως πεπείσμεθα
εἴτε καὶ διημαρτήκαμεν τὴν κρίσιν, τὴν
ἐξέτασιν ἐπὶ τῶν ὑπ᾽ ἐκείνου γραφέντων ποιήσομαι
προχειρισάμενός τε ἕνα λόγον “οὐ γὰρ ἐγχωρεῖ πολλοῖς
χρῆσθαι παραδείγμασιν” ἐξ ἐκείνου τήν τε προαίρεσιν
καὶ τὴν δύναμιν τοῦ ἀνδρὸς ἐπιδείξομαι, ἀποχρῆν
οἰόμενος ψυχαῖς εὐπαιδεύτοις καὶ μετρίαις μικρά τε
μεγάλων καὶ ὀλίγα πολλῶν γενέσθαι δείγματα. ἔστι
δὲ ὁ λόγος ἐκ τῶν ἐπιτροπικῶν, ἐπιγραφόμενος κατὰ
Διογείτονος, ὑπόθεσιν δὲ ἔχων τοιάνδε:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.