previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καθαρός ἐστι τὴν ἑρμηνείαν πάνυ καὶ τῆς Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας, κέχρηται Πλάτων τε καὶ Θουκυδίδης, ἀλλὰ τῆς κατ᾽ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ὡς ἔστι τεκμήρασθαι τοῖς τε Ἀνδοκίδου λόγοις καὶ τοῖς Κριτίου καὶ ἄλλοις συχνοῖς. κατὰ τοῦτο μὲν δὴ τὸ μέρος, πέρ ἐστι πρῶτόν τε καὶ κυριώτατον ἐν λόγοις, λέγω δὲ τὸ καθαρεύειν τὴν διάλεκτον, οὐθεὶς τῶν μεταγενεστέρων αὐτὸν ὑπερεβάλετο, ἀλλ᾽ οὐδὲ μιμήσασθαι πολλοὶ δύναμιν ἔσχον ὅτι μὴ μόνος Ἰσοκράτης: καθαρώτατος γὰρ δὴ τῶν ἄλλων μετὰ Λυσίαν ἐν τοῖς ὀνόμασιν οὗτος ἔμοιγε δοκεῖ γενέσθαι ἀνήρ. μίαν μὲν δὴ ταύτην ἀρετὴν ἀξίαν ζήλου καὶ μιμήσεως εὑρίσκω παρὰ τῷ [p. 10] ῥήτορι καὶ παρακελευσαίμην ἂν τοῖς βουλομένοις καθαρῶς γράφειν λέγειν ἐκεῖνον τὸν ἄνδρα ποιεῖσθαι παράδειγμα ταύτης τῆς ἀρετῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: