previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὥστε εἴ τις ἀξιοίη λόγῳ διδαχθῆναι ταύτην τὴν δύναμιν, τίς ποτ᾽ ἐστίν, οὐκ ἂν φθάνοι καὶ ἄλλων πολλῶν καὶ καλῶν πραγμάτων δυσεκλαλήτων ἀπαιτῶν λόγον: λέγω δὲ ἐπὶ κάλλους μὲν σωμάτων, τί δή ποτε τοῦτ᾽ ἐστίν, καλοῦμεν ὥραν, ἐπὶ κινήσεως δὲ μελῶν καὶ πλοκῆς φθόγγων, τί λέγεται τὸ εὐάρμοστον, ἐπὶ συμμετρίας δὲ χρόνων, τίς τάξις καὶ τί τὸ εὔρυθμον, καὶ ἐπὶ παντὸς δὲ συλλήβδην ἔργου τε καὶ πράγματος, τίς λεγόμενος καιρὸς καὶ ποῦ τὸ μέτριον. [p. 19] αἰσθήσει γὰρ τούτων ἕκαστον καταλαμβάνεται καὶ οὐ λόγῳ. ὥσθ᾽ ὅπερ οἱ μουσικοὶ παραγγέλλουσι ποιεῖν τοῖς βουλομένοις ἀκούειν ἀκριβῶς ἁρμονίας, ὥστε μηδὲ τὴν ἐλαχίστην ἐν τοῖς διαστήμασι δίεσιν ἀγνοεῖν, τὴν ἀκοὴν ἐθίζειν καὶ μηδὲν ἄλλο ταύτης ἀκριβέστερον ζητεῖν κριτήριον, τοῦτο κἀγὼ τοῖς ἀναγινώσκουσι τὸν Λυσίαν καὶ τίς παρ᾽ αὐτῷ χάρις ἐστὶ βουλομένοις μαθεῖν ὑποθείμην ἂν ἐπιτηδεύειν, χρόνῳ πολλῷ καὶ μακρᾷ τριβῇ καὶ ἀλόγῳ πάθει τὴν ἄλογον συνασκεῖν αἴσθησιν. ταύτην μέντοι κρατίστην τε ἀρετὴν καὶ χαρακτηρικωτάτην τῆς Λυσίου λέξεως ἔγωγε τίθεμαι, εἴτε φύσεως αὐτὴν δεῖ καλεῖν εὐτυχίαν εἴτε πόνου καὶ τέχνης ἐργασίαν εἴτε μικτὴν ἐξ ἀμφοῖν ἕξιν δύναμιν, πάντας ὑπερέχει τοὺς λοιποὺς ῥήτορας. καὶ ὅταν διαπορῶ περί τινος τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ μὴ ῥᾴδιον μοι διὰ τῶν ἄλλων σημείων τἀληθὲς εὑρεῖν, ἐπὶ ταύτην καταφεύγω τὴν ἀρετὴν ὡς ἐπὶ ψῆφον ἐσχάτην. ἔπειτα ἂν μὲν αἱ χάριτες αἱ τῆς λέξεως ἐπικοσμεῖν δοκῶσί μοι τὴν γραφήν, τῆς Λυσίου ψυχῆς αὐτὴν τίθεμαι καὶ οὐδὲν ἔτι πορρωτέρῳ ταύτης σκοπεῖν ἀξιῶ. ἐὰν δὲ μηδεμίαν ἡδονὴν μηδὲ ἀφροδίτην τῆς λέξεως χαρακτὴρ ἔχῃ, δυσωπῶ καὶ ὑποπτεύω μήποτ᾽ οὐ Λυσίου λόγος καὶ οὐκ ἔτι βιάζομαι τὴν [p. 20] ἄλογον αἴσθησιν, οὐδ᾽ ἐὰν πάνυ δεινὸς εἷναι τὰ γοῦν ἄλλα μοι δοκῇ καὶ περιττῶς ἐξειργασμένος λόγος, τὸ μὲν εὖ γράφειν πολλοῖς οἰόμενος ὑπάρχειν κατά τινας καὶ ἄλλους ἰδίους λέξεως χαρακτῆραςπολυειδὲς γὰρ τοῦτο”, τὸ δ᾽ ἡδέως καὶ κεχαρισμένως καὶ ἐπαφροδίτως Λυσίᾳ. τεκμηρίῳ γ᾽ οὖν οὐκ ἄλλῳ τινὶ κρείττονι χρώμενος τῷ καθ᾽ ἡδονὴν ἑρμηνεύεσθαι τὰ ὑπὸ τούτου λεγόμενα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: