previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] ἐπεὶ δὲ κατεστρατοπεδεύσαντο πλησίον ἀλλήλων μεταίχμιον ποιησάμενοι τὸν διείργοντα τὴν Ῥωμαίων [p. 303] ἀπὸ τῆς Ἀλβανῶν ὅρον, ἔνθα καὶ πρότερον εἶχον ἑκάτεροι τοὺς χάρακας, πρῶτον μὲν ἱερὰ θύσαντες ὤμοσαν ἐπὶ τῶν ἐμπύρων στέρξειν τὴν τύχην, ἣν ἂν ἐκ τῆς μάχης τῶν ἀνεψιῶν ἑκατέρα πόλις ἐξενέγκηται, καὶ φυλάξειν τὰς ὁμολογίας βεβαίους μηδένα προσάγοντες αὐταῖς δόλον αὐτοί τε καὶ γένος τὸ ἐξ αὐτῶν: ἐπεὶ δὲ τὰ πρὸς θεοὺς ὅσια διεπράξαντο, θέμενοι τὰ ὅπλα προῆγον ἐκ τοῦ χάρακος ἀμφότεροι θεαταὶ τῆς μάχης ἐσόμενοι τριῶν τεττάρων σταδίων τὸ μεταξὺ χωρίον τοῖς ἀγωνιζομένοις καταλιπόντες: καὶ μετ᾽ οὐ πολὺ παρῆν τούς τε Κορατίους τῶν Ἀλβανῶν στρατηγὸς ἄγων καὶ τοὺς Ὁρατίους τῶν Ῥωμαίων βασιλεὺς ὡπλισμένους τε κάλλιστα καὶ τὸν ἄλλον ἔχοντας κόσμον οἷον ἄνθρωποι λαμβάνουσιν ἐπὶ θανάτῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: