previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἑτέρα δὲ αὐτῶν πάλιν τῶν ἀνδρῶν τὰ φιλάνθρωπα καὶ τὰς τιμὰς διανέμουσα κατὰ τὴν ἀξίαν, ἣν μέλλω διηγεῖσθαι. τοὺς ἐπιφανεῖς κατὰ γένος καὶ δι᾽ ἀρετὴν ἐπαινουμένους καὶ χρήμασιν ὡς ἐν τοῖς τότε καιροῖς εὐπόρους, οἷς ἤδη παῖδες ἦσαν, [p. 165] διώριζεν ἀπὸ τῶν ἀσήμων καὶ ταπεινῶν καὶ ἀπόρων. ἐκάλει δὲ τοὺς μὲν ἐν τῇ καταδεεστέρᾳ τύχῃ πληβείους, ὡς δ᾽ ἂν Ἕλληνες εἴποιεν δημοτικούς: τοὺς δ᾽ ἐν τῇ κρείττονι πατέρας εἴτε διὰ τὸ πρεσβεύειν ἡλικίᾳ τῶν ἄλλων, εἴθ᾽ ὅτι παῖδες αὐτοῖς ἦσαν, εἴτε διὰ τὴν ἐπιφάνειαν τοῦ γένους, εἴτε διὰ πάντα ταῦτα: ἐκ τῆς Ἀθηναίων πολιτείας, ὡς ἄν τις εἰκάσειε, τῆς κατ᾽ ἐκεῖνον τὸν χρόνον ἔτι διαμενούσης τὸ παράδειγμα λαβών. [2] ἐκεῖνοι μὲν γὰρ εἰς δύο μέρη νείμαντες τὸ πλῆθος εὐπατρίδας μὲν ἐκάλουν τοὺς ἐκ τῶν ἐπιφανῶν οἴκων καὶ χρήμασι δυνατούς, οἷς τῆς πόλεως ἀνέκειτο προστασία, ἀγροίκους δὲ τοὺς ἄλλους πολίτας, οἳ τῶν κοινῶν οὐδενὸς ἦσαν κύριοι: σὺν χρόνῳ [3] δὲ καὶ οὗτοι προσελήφθησαν ἐπὶ τὰς ἀρχάς. οἱ μὲν δὴ τὰ πιθανώτατα περὶ τῆς Ῥωμαίων πολιτείας ἱστοροῦντες διὰ ταύτας τὰς αἰτίας κληθῆναί φασι τοὺς ἄνδρας ἐκείνους πατέρας καὶ τοὺς ἐκγόνους αὐτῶν πατρικίους, οἱ δὲ πρὸς τὸν ἴδιον φθόνον ἀναφέροντες τὸ πρᾶγμα καὶ διαβάλλοντες εἰς δυσγένειαν τὴν πόλιν οὐ διὰ ταῦτα πατρικίους ἐκείνους κληθῆναί φασιν, ἀλλ᾽ ὅτι πατέρας εἶχον ἀποδεῖξαι μόνοι, ὡς τῶν γε ἄλλων δραπετῶν ὄντων καὶ οὐκ ἐχόντων ὀνομάσαι πατέρας ἐλευθέρους. [4] τεκμήριον δὲ τούτου παρέχουσιν, ὅτι τοὺς μὲν πατρικίους, ὁπότε δόξειε τοῖς βασιλεῦσι συγκαλεῖν, οἱ κήρυκες ἐξ ὀνόματός τε καὶ πατρόθεν ἀνηγόρευον, τοὺς δὲ δημοτικοὺς ὑπηρέται τινὲς ἀθρόους κέρασι βοείοις ἐμβυκανῶντες ἐπὶ τὰς [p. 166] ἐκκλησίας συνῆγον. ἔστι δὲ οὔτε τῶν κηρύκων ἀνάκλησις τῆς εὐγενείας τῶν πατρικίων τεκμήριον, οὔτε τῆς βυκάνης φωνὴ τῆς ἀγνωσίας τῶν δημοτικῶν σύμβολον, ἀλλ᾽ ἐκείνη μὲν τιμῆς, αὕτη δὲ τάχους. οὐ γὰρ οἷόντε ἦν ἐν ὀλίγῳ χρόνῳ τὴν πληθὺν καλεῖν ἐξ ὀνόματος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: