previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δὲ Ἑλλήνων ἔθη παρὰ ταῦτα ἐξετάζων οὐκ ἔχω πῶς ἐπαινέσω τά τε Λακεδαιμονίων καὶ τὰ τῶν Θηβαίων καὶ τῶν μέγιστον ἐπὶ σοφίᾳ φρονούντων Ἀθηναίων, οἳ φυλάττοντες τὸ εὐγενὲς καὶ μηδενὶ μεταδιδόντες εἰ μὴ σπανίοις τῆς παρ᾽ ἑαυτοῖς πολιτείας ῾ἐῶ γὰρ λέγειν ὅτι καὶ ξενηλατοῦντες ἔνιοἰ πρὸς τῷ μηδὲν ἀπολαῦσαι ταύτης τῆς μεγαληγορίας ἀγαθὸν καὶ τὰ μέγιστα δι᾽ αὐτὴν ἐβλάβησαν. [2] Σπαρτιᾶται μέν γε πταίσαντες μάχῃ τῇ περὶ Λεῦκτρα, ἐν χιλίους καὶ ἑπτακοσίους ἄνδρας ἀπέβαλον, οὐκέτι τὴν πόλιν ἠδυνήθησαν ἐκ τῆς συμφορᾶς ταύτης ἀναλαβεῖν, ἀλλ᾽ ἀπέστησαν τῆς ἡγεμονίας σὺν αἰσχύνῃ. Θηβαῖοι δὲ καὶ Ἀθηναῖοι ἐξ ἑνὸς τοῦ περὶ Χαιρώνειαν ἀτυχήματος ἅμα τήν τε προστασίαν τῆς Ἑλλάδος καὶ τὴν ἐλευθερίαν τὴν πάτριον ὑπὸ Μακεδόνων ἀφῃρέθησαν. [3] δὲ Ῥωμαίων πόλις ἐν Ἰβηρίᾳ τε καὶ Ἰταλίᾳ πολέμους ἔχουσα μεγάλους Σικελίαν τε ἀφεστῶσαν ἀνακτωμένη καὶ Σαρδόνα καὶ τῶν ἐν Μακεδονίᾳ καὶ κατὰ τὴν Ἑλλάδα πραγμάτων ἐκπεπολεμωμένων πρὸς αὐτὴν καὶ Καρχηδόνος ἐπὶ τὴν ἡγεμονίαν πάλιν ἀνισταμένης καὶ τῆς Ἰταλίας οὐ μόνον ἀφεστώσης ὀλίγου δεῖν πάσης, ἀλλὰ καὶ συνεπαγούσης τὸν Ἀννιβιακὸν κληθέντα πόλεμον, τοσούτοις περιπετὴς γενομένη κινδύνοις κατὰ τὸν αὐτὸν χρόνον οὐχ ὅπως ἐκακώθη διὰ τὰς τότε τύχας, ἀλλὰ καὶ προσέλαβεν ἰσχὺν ἐξ αὐτῶν ἔτι μείζονα τῆς προτέρας τῷ πλήθει τοῦ στρατιωτικοῦ [p. 178] πρὸς ἅπαντα διαρκὴς γενομένη τὰ δεινά, ἀλλ᾽ οὐχ ὥσπερ ὑπολαμβάνουσί τινες εὐνοίᾳ τύχης χρησαμένη: [4] ἐπεὶ ταύτης γε χάριν ᾤχετ᾽ ἂν ὑποβρύχιος ἐξ ἑνὸς τοῦ περὶ Κάννας πτώματος, ὅτε αὐτῇ ἀπὸ μὲν ἑξακισχιλίων ἱππέων ἑβδομήκοντα καὶ τριακόσιοι περιελείφθησαν, ἀπὸ δὲ μυριάδων ὀκτὼ τῶν εἰς τὸ κοινὸν στράτευμα καταγραφεισῶν ὀλίγῳ πλείους τρισχιλίων ἐσώθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: