previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀπὸ δὲ σταδίων ἑβδομήκοντα Ῥεάτου Κοτυλία πόλις ἐπιφανὴς πρὸς ὄρει κειμένη: ἧς ἐστιν οὐ πρόσω λίμνη τεττάρων πλέθρων ἔχουσα τὴν διάστασιν, αὐθιγενοῦς πλήρης νάματος ἀπορρέοντος ἀεί, βάθος ὡς λέγεται ἄβυσσος. ταύτην ἔχουσάν τι θεοπρεπὲς ἱερὰν τῆς Νίκης οἱ ἐπιχώριοι νομίζουσι καὶ περιείρξαντες κύκλῳ στέμμασι τοῦ μηδένα τῷ νάματι πελάζειν ἄβατον φυλάττουσιν, ὅτι μὴ καιροῖς τισι διετησίοις, ἐν οἷς ἱερὰ θύουσιν νόμος ἐπιβαίνοντες τῆς ἐν αὐτῇ νησῖδος οἷς ὅσιον. [2] δὲ νῆσός ἐστι μὲν ὡσπερὰν πεντήκοντα ποδῶν τὴν διάμετρον, ὑπερανέστηκε δὲ τοῦ νάματος οὐ πλεῖον ποδιαῖον ὕψος: ἀνίδρυτος δ᾽ ἐστὶ καὶ περινήχεται πολλαχῇ δινοῦντος αὐτὴν ἄλλοτε κατ᾽ ἄλλους τόπους ἠρέμα τοῦ πνεύματος. χλόη δέ τις ἐν αὐτῇ φύεται βουτόμῳ προσεμφερὴς καὶ θάμνοι τινὲς οὐ μεγάλοι, πρᾶγμα κρεῖττον λόγου τοῖς ἀθεάτοις ὧν φύσις δρᾷ καὶ θαυμάτων οὐδενὸς δεύτερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: