Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τὸν κληθέντα δὲ χρὴ ὁμοῦ μὲν
ὑπακοῦσαι τῷ καλοῦντι μεγάλῃ τῇ βοῇ ὅτι ῾πάρειμἰ,
ὁμοῦ δ᾽ ἐξελαύνειν τὸν ἵππον τρεῖς λόγχας φέροντα.
καὶ τὴν μὲν πρώτην ἀπὸ ἄκρου τοῦ χωρίου τοῦ ἐσκαμμένου
ἐξακοντίζειν ὡς ἐπὶ τὸν σκοπόν, τὴν δευτέραν
δὲ ἀπὸ αὐτοῦ βήματος, καὶ ταύτην ἔτι ὀρθῷ τῷ
ἵππῳ: τὴν τρίτην δέ, εἰ τὰ ἔννομα καὶ πρὸς τοῦ βασιλέως
τεταγμένα δρῴη, ἐγκλίνοντος ἐπὶ δεξιὰν τοῦ ἵππου, ἐς
τὸν ἄλλον σκοπόν, ὃν ἐπ᾽ αὐτῷ δὴ τούτῳ κατὰ πρόσταξιν
τοῦ βασιλέως ἐς ἐκδοχὴν τῆς τρίτης λόγχης ἱστᾶσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.