previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτι δὲ ἀμφίστομος μὲν φάλαγξ καλεῖται τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι: [2] διφαλαγγία δὲ ἀμφίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας ἄχει ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, τοὺς μὲν ἐν δεξιᾷ παραγωγῇ, τοὺς δὲ ἐν εὐωνύμῳ, τοὺς δὲ οὐραγοὺς ἔσω τεταγμένους: ἀντίστομος δὲ διφαλαγγία, τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους, τοὺς οὐραγοὺς ἔξω τετραμμένους ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς. [3] ἑτερόστομος δὲ φάλαγξ ἐστὶν τὸ μὲν ἡγούμενον ἥμισυ ἐν τῇ πορείᾳ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ, τοῦτ᾽ ἔστι τοὺς ἡγεμόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεος τῆς φάλαγγος τοὺς ἡγεμόνας ἐν δεξιᾷ [4] παραγωγῇ. ὁμοιόστομος δ᾽ ἐν τῇ πορείᾳ διφαλαγγία ἐστίν, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, ἐκ τῶν δεξιῶν ἐκ τῶν εὐωνύμων ἑκατέρας τῆς φάλαγγος. [5] ὅταν δὲ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα πέρατα συνάψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ, τὸ τοιοῦτον ἔμβολον καλεῖται. [6] ἐπὰν δὲ ἀντίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα πέρατα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ, τὸ τοιόνδε κοιλέμβολον καλεῖται. [7] πλαίσιον δὲ ὀνομάζεται ὁπόταν πρὸς πάσας τὰς πλευρὰς παρατάξηταί τις ἐν ἑτερομήκει [8] σχήματι: πλινθίον δέ, ὅταν ἐν τετραγώνῳ σχήματι ταὐτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν τοῦ Γρύλλου πλαίσιον ἰσόπλευρον καλεῖ. καὶ ὑπερφαλάγγησιν μὲν ὀνομάζουσι τὴν καθ᾽ ἑκάτερον τὸ πέρας τῆς φάλαγγος ὑπεροχὴν ὑπὲρ τοὺς2πολεμίους, ὑπερκέρασιν δὲ τὴν καθ᾽ ἓν ὁπότερον οὖν κέρας. [9] καὶ τῇ μὲν ὑπερφαλαγγήσει ὑπερκέρασις ἑπομένη ἐστίν, ἀνάπαλιν δὲ [p. 127] οὔ. [10] οὕτω τοι κέρᾳ μὲν ὁποτέρῳ οὖν ὑπερέχειν καὶ ἐλάσσους κατὰ πλῆθος δυνατόν, καὶ ἐν ἴσῳ βάθει φυλάσσοντας τὴν πᾶσαν τάξιν: ὑπερφαλαγγῆσαι δὲ ἐν ἴσῳ τῷ πλήθει καὶ μείονι, μὴ ἐπὶ λεπτὸν ἐπεκτείναντα, οὐχ οἷόν τε. αἱ δὲ τῶν σκευοφόρων ἀγωγαὶ σὺν ἡγεμόνι γιγνέσθων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: