previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μὴν πλαγία μὲν φάλαγξ ἐστὶν τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον ἔχουσα, ὀρθία δέ, ὅταν ἐπὶ κέρως πορεύηται: οὕτω δὲ αὖ τὸ βάθος τοῦ μήκους πολλαπλάσιον [2] παρέχεται. ὅλως τε παράμηκες μὲν τάγμα ὀνομάζεται τι περ ἂν τὸ μῆκος ἔχῃ ἐπὶ πλέον τοῦ βάθους, ὄρθιον δὲ τι περ ἂν τὸ βάθος τοῦ μήκους. [3] λοξὴ δὲ ὀνομάζεται φάλαγξ τὸ μὲν ἕτερον κέρας, ὁπότερον ἂν στρατηγὸς βούληται, τοῖς πολεμίοις πελάζον ἔχουσα καὶ αὐτῷ μόνῳ ἀγωνιζομένη, τὸ ἕτερον δὲ δι᾽ ὑποστολῆς σῴζουσα. [4] παρεμβολὴν δὲ ὀνομάζουσιν, ἐπειδὰν προτεταγμένων τινῶν κατὰ διαστήματα ἐκ τῶν ἐπιτεταγμένων ἐγκαθιστῶνται αὐτοῖς ἄλλοι ἐπ᾽ εὐθείας, ὡς ἀναπληρῶσαι τὸ πρόσθεν ἀπολειπόμενον κενὸν τῆς [5] φάλαγγος: πρόσταξιν δέ, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἐκ θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι κατ᾽ εὐθὺ τοῦ μετώπου τῆς τάξεως. [6] ἔνταξιν δὲ ὀνομάζουσιν, ἐπειδὰν τοὺς ψιλοὺς ἐς τὰ διαστήματα τῶν πεζῶν ἐντάξωσιν, ἄνδρα παρ᾽ [7] ἄνδρα ἱστάντες: ὑπόταξιν δέ, ἐπειδὰν τοὺς ψιλοὺς ἐπὶ τὰ πέρατα τῆς φάλαγγος ὑποτάξῃ τις ὡς ἐς ἐπικάμπιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: