previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] ἀττικίζοντος
δέ τινος καὶ τεθνήξει εἰπόντος ἐπὶ τοῦ τρίτου,
Βέλτιον, ἔφη, καὶ ἐνταῦθα μὴ ἀττικίζειν καταρώμενον.
καὶ πρὸς τὸν εἰπόντα δὲ στοχάζομαι αὐτοῦ ἐπὶ τοῦ φείδομαι
[p. 571] αὐτοῦ, Μή τι, ἔφη, διήμαρτες βαλών; ἀφιστᾶν
δέ τινος εἰπόντος καὶ ἑτέρου ἀφιστάνειν, Ἄμφω μέν, ἔφη,
οὐκ οἶδα. πρὸς δὲ τὸν λέγοντα πλὴτ εἰ μή, Ταῦτα, ἔφη,
διπλᾶ χαρίζῃ. καὶ χρᾶσθαι δέ τινος εἰπόντος, Ψευδαττικόν,
κόν, ἔφη, τὸ ῥῆμα. τῷ δὲ λέγοντι ἔκτοτε, Καλόν, ἔφη,
[p. 572] τὸ εἰπεῖν ἐκπέρυσι, γὰρ Πλάτων ἐς τότε λέγει. τῷ δὲ
ἰδού ἐπὶ τοῦ ἰδέ χρωμένου τινός, Ἕτερα ἀνθ̓ ἑτέρων,
ἔφη, σημαίνεις. ἀντιλαμβάνομαι δὲ ἐπὶ τοῦ συνίημι λέγοντός
τινος, θαυμάζειν ἔφη πῶς ἀντιποιούμενος τοῦ
[p. 573] λέγοντος φὴς μὴ ἀντιποιεῖσθαι. βράδιον δέ τινος εἰπόντος,
Οὐκ ἔστιν, ἔφη, ὅμοιον τῷ τάχιον. βαρεῖν δέ τινος
εἰπόντος, Οὐκ ἔστιν, ἔφη, τὸ βαρύνειν, ὡς νενόμικας.
λέλογχα δὲ τὸ τὸ εἴληχα λέγοντος, Ὀλίγον, ἔφη, καὶ παῤ
[p. 574] οἷς ἁμαρτάνεται. ἵπτασθαι δὲ ἐπὶ τοῦ πέτεσθαι πολλῶν
λεγόντων, Ὅτι μὲν ἀπὸ τῆς πτήσεως τὸ ὄνομα, σαφῶς
ἴσμεν. περιστερὸν δέ τινος εἰπόντος ὡς δὴ Ἀττικόν, Καὶ
τὸν φάττον ἐροῦμεν, ἔφη. φακὸν δέ τινος εἰπόντος ἐδηδοκέναι,
Καὶ πῶς ἄν, ἔφη, φακόν τις φάγοι; ταῦτα μὲν τὰ Σωκράτεια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: