[5]
κἀγὼ μὲν οὕτως.
Σωκράτης δὲ ὁ ἀπὸ Μόψου, ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ,
τὰ τοιαῦτα ἔλεγεν ἀνεπαχθῶς καὶ οὐκ ἤλεγχε τὸν ἁμαρτάνοντα.
[p. 405]
πρὸς μέντοι γε τὸν ἐρωτήσαντα πηνίκα ἔξεισι; [p. 561]
Τίς γὰρ ἄν, ἔφη, ἀποκριθείη σοι περὶ τῆς τήμερον ὡς
ἐξιών; ἑτέρου δὲ φήσαντος, Ἱκανὰ ἔχω τὰ πατρῷα, Πῶς
φής; εἶπε: τέθνηκε γὰρ ὁ πατήρ σοι; ἄλλου δὲ αὖθις [p. 562]
λέγοντος, Πατριώτης ἔστι μοι: Ἐλάνθανες ἄρα ἡμᾶς,
ἔφη, βάρβαρος ὤν. ἄλλου δὲ εἰπόντος, Ὁ δεῖνά ἐστι μεθύσης,
Μητρός, εἶπεν, ἢ πῶς λέγεις; ἑτέρου δὲ ἐκλελογχότας, [p. 563]
Διπλασιάζεις, ἔφη, τοὺς ἐξειληχότας. εἰπόντος
δέ τινος, Λῆμμα πάρεστιν αὐτῷ, διὰ τῶν δύο μ,
Οὐκοῦν, ἔφη, λήψεται, εἰ λῆμμα αὐτῷ πάρεστιν. ἑτέρου [p. 564]
δὲ εἰπόντος, Πρόσεισιν ὁ μεῖραξ οὑμὸς φίλος, Ἔπειτα,
ἔφη, λοιδορεῖς φίλον ὄντα; πρὸς δὲ τὸν εἰπόντα, Δεδίττομαι
τὸν ἄνδρα καὶ φεύγω, Σύ, ἔφη, καὶ ὅταν τινὰ εὐλαβηθῇς,
διώξῃ. ἄλλου δὲ εἰπόντος, Τῶν φίλων ὁ κορυφαιότατος, [p. 565]
Χάριέν γε, ἔφη, τὸ τῆς κορυφῆς ποιεῖν τι
ἐπάνω. καὶ ἐξορμῶ δέ τινος εἰπόντος, Καὶ τίς ἐστιν, εἶπεν,
ὃν ἐξορμᾷς; ἐξ ἐπιπολῆς δέ τινος εἰπόντος, Ἐκ τῆς [p. 566]
ἐπιπολῆς εἶπεν, ὡς ἐκ τῆς πιθάκνης. λέγοντος δέ τινος
Συνετάξατό μοι, Καὶ λόχον δέ, ἔφη, Ξενοφῶν εἶπε συνετάξατο.
ἄλλου δὲ εἰπόντος, Περιέστην αὐτὸν ὥστε λαθεῖν,
Θαυμαστόν, ἔφη, εἰ εἷς ὤν περιέστης τὸν ἕνα. ἑτέρου
δὲ λέγοντος, Συνεκρίνετο αὐτῷ, Καὶ διεκρίνετο
πάντως, εἶπεν.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.