Δορκάς
ἀπολώλαμεν, ὦ κεκτημένη, ἀπολώλαμεν,
ὁ Πολέμων ἀπὸ τῆς στρατείας ἀνέστρεψε πλουτῶν, ὥς
φασιν: ἑώρακα δὲ κἀγὼ αὐτὸν ἐφεστρίδα περιπόρφυρον
ἐμπεπορπημένον καὶ ἀκολούθους ἅμα πολλούς. καὶ οἱ
φίλοι ὡς εἶδον, συνέθεον ἐπ᾽ αὐτὸν ἀσπασόμενοι: ἐν
τοσούτῳ δὲ τὸν θεράποντα ἰδοῦσα κατόπιν ἑπόμενον, ὃς
συναποδεδημήκει μετ᾽ αὐτοῦ, ἠρόμην καὶ, Εἰπέ μοι,
ἔφην, ὦ Παρμένων, ἀσπασαμένη πρότερον αὐτόν, πῶς
ἡμῖν ἐπράξατε καὶ εἴ τι ἄξιον τῶν πολέμων ἔχοντες ἐπανεληλύθατε;
Παννυχίς
οὐκ ἔδει τοῦτο εὐθύς, ἀλλ᾽ ἐκεῖνα, ὅτι μὲν
ἐσώθητε, πολλὴ χάρις τοῖς θεοῖς, καὶ μάλιστα τῷ ξενίῳ
Διὶ καὶ Ἀθηνᾷ στρατίᾳ: ἡ δέσποινα δὲ ἐπυνθάνετο ἀεὶ
[p. 302] τί πράττοιτε καὶ ἔνθα εἴητε; εἰ δὲ καὶ τοῦτο προσέθηκας,
ὡς καὶ ἐδάκρυε καὶ ἀεὶ ἐμέμνητο Πολέμωνος, ἄμεινον ἦν παρὰ πολύ.
Δορκάς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.