[4]
ἔστιν, ὦ φιλτάτη, ὅτι χρησίμη φαρμακίς,
Σύρα τὸ γένος, ὠμὴ ἔτι καὶ συμπεπηγυῖα, ἥ μοί
ποτε Φανίαν χαλεπαίνοντα κἀκεῖνον εἰκῆ, ὥσπερ Χαρῖνος,
διήλλαξε μετὰ μῆνας ὅλους τέτταρας, ὅτε ἐγὼ μὲν
ἤδη ἀπεγνώκειν, ὁ δὲ ὑπὸ τῶν ἐπῳδῶν ἧκεν αὖθις ἐπ᾽ ἐμέ.
Μέλιττα
τί δὲ ἔπραξεν ἡ γραῦς, εἴπερ ἔτι μέμνησαι;
Βάκχις
λαμβάνει μὲν οὐδὲ πολύν, ὦ Μέλιττα, τὸν
μισθόν, ἀλλὰ δραχμὴν καὶ ἄρτον: ἐπικεῖσθαι δὲ δεῖ μετὰ
τῶν ἁλῶν καὶ ὀβολοὺς ἑπτὰ καὶ θεῖον καὶ δᾷδα. ταῦτα
δὲ ἡ γραῦς λαμβάνει, καὶ κρατῆρα κεκερᾶσθαι δεῖ καὶ
πίνειν ἐκείνην μόνην. δεήσει δέ τι αὐτοῦ ἀνδρὸς εἶναι,
οἷον ἱμάτια ἢ κρηπῖδας ἢ ὀλίγας τῶν τριχῶν ἤ τι τῶν τοιούτων.
Μέλιττα
ἔχω τὰς κρηπῖδας αὐτοῦ.
Βάκχις
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.