Μέλιττα
εἴ τινα οἶσθα, Βακχί, γραῦν, οἷαι πολλαὶ
Θετταλαὶ λέγονται ἐπᾴδουσαι καὶ ἐρασμίους ποιοῦσαι, εἰ
καὶ πάνυ μισουμένη γυνὴ τυγχάνοι, οὕτως ὄναιο, παραλαβοῦσα
ἧκέ μοι: θαἰμάτια γὰρ καὶ τὰ χρυσία ταῦτα
προείμην ἡδέως, εἰ μόνον ἴδοιμι ἐπ᾽ ἐμὲ αὖθις ἀναστρέψαντα
Χαρῖνον μισήσαντα τὴν Σιμίχην ὡς νῦν ἐμέ.
Βάκχις
τί φής; οὐκέτι σύνεστιν — ἀλλὰ παρὰ τὴν
Σιμίχην, ὦ Μέλιττα, οἴχεται Χαρῖνος — δι᾽ ἣν τοσαύτας
ὀργὰς τῶν γονέων ἠνέσχετο οὐ βουληθεὶς τὴν πλουσίαν
ἐκείνην γῆμαι πέντε προικὸς τάλαντα, ὡς ἔλεγον, ἐπιφερομένην;
μέμνημαι γὰρ ταῦτά σου ἀκούσασα.
Μέλιττα
ἅπαντα ἐκεῖνα οἴχεται, ὦ Βακχί, καὶ πέμπτην
ταύτην ἡμέραν οὐδ᾽ ἑώρακα ὅλως αὐτόν, ἀλλὰ πίνουσι
παρὰ τῷ συνεφήβῳ Παμμένει αὐτός τε καὶ Σιμίχη.
Βάκχις
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.