[2]
ἔτι σου ληρούσης, ὦ Μύρτιον, ἀκούσομαι
παρθένους καὶ γάμους ναυκληρικοὺς διεξιούσης; ἐγὼ
[p. 237]
δὲ ἢ σιμήν τινα ἢ καλὴν νύμφην οἶδα; ἢ ὅτι Φείδων ὁ
Ἀλωπεκῆθεν—οἶμαι γὰρ ἐκεῖνον λέγειν σε—θυγατέρα
ὅλως εἶχεν ὡραίαν ἤδη γάμου; ἀλλ᾽ οὐδὲ φίλος ἐστὶν οὗτος
τῷ πατρί: μέμνημαι γὰρ ὡς πρῴην ἐδικάσατο περὶ
συμβολαίου ναυτικοῦ: τάλαντον, οἶμαι, ὀφείλων γὰρ τῷ
πατρὶ οὐκ ἤθελεν ἐκτίνειν, ὁ δὲ παρὰ τοὺς ναυτοδίκας
ἀπήγαγεν αὐτόν, καὶ μόλις ἐξέτισεν αὐτό, οὐδ᾽ ὅλον, ὡς
ὁ πατὴρ ἔφασκεν. εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι, τὴν Δημέου
θυγατέρα τὴν τοῦ πέρυσιν ἐστρατηγηκότος ἀφείς,
καὶ ταῦτα πρὸς μητρὸς ἀνεψιὰν οὖσαν, τὴν Φείδωνος
ἐγάμουν ἄν; σὺ δὲ πόθεν ταῦτα ἤκουσας; ἢ τινὰς σεαυτῇ,
ὦ Μύρτιον, κενὰς ζηλοτυπίας σκιαμαχοῦσα ἐξεῦρες;
Μύρτιον
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.