Κοχλίς
τί δακρύεις, ὦ Παρθενί, ἢ πόθεν κατεαγότας τοὺς αὐλοὺς φέρεις;
Παρθενίς
ὁ στρατιώτης ὁ Αἰτωλὸς ὁ μέγας ὁ Κροκάλης
ἐρῶν ἐρράπισέ με αὐλοῦσαν εὑρὼν παρὰ τῇ Κροκάλῃ
ὑπὸ τοῦ ἀντεραστοῦ αὐτοῦ Γόργου μεμισθωμένην καὶ
τούς τε αὐλούς μου συνέτριψε καὶ τὴν τράπεζαν μεταξὺ
δειπνούντων ἀνέτρεψε καὶ τὸν κρατῆρα ἐξέχεεν ἐπεισπαίσας:
καὶ τὸν μὲν ἀγροῖκον ἐκεῖνον τὸν Γόργον ἀπὸ τοῦ
συμποσίου κατασπάσας τῶν τριχῶν ἔπαιον περιστάντες
[p. 270]
αὐτός τε ὁ στρατιώτης — Δεινόμαχος, οἶμαι, καλεῖται
— καὶ ὁ συστρατιώτης αὐτοῦ: ὥστε οὐκ οἶδα εἰ βιώσεται
ὁ ἄνθρωπος, ὦ Κοχλί: αἷμά τε γὰρ ἐρρύη πολὺ ἀπὸ
[p. 323] τῶν ῥινῶν καὶ τὸ πρόσωπον ὅλον ἐξῴδηκεν αὐτοῦ καὶ πελιδνόν ἐστιν.
Κοχλίς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.