previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] οὐχὶ ταύτης ἕνεκεν, Πυθιάς, ἐπανελήλυθα, ἣν οὐδ᾽ ἂν προσβλέψαιμι ἔτι τοιαύτην οὖσαν, ἀλλὰ διὰ σέ, ὡς μὴ καταγιγνώσκῃς ἐμοῦ καὶ λέγῃς, ἄτεγκτος Λυσίας ἐστίν.

Πυθίας
ἀμέλει καὶ ἔλεγον, Λυσία.

Λυσ´ιας
φέρειν οὖν ἐθέλεις, Πυθιάς, Ἰόεσσαν ταύτην τὴν νῦν δακρύουσαν αὐτὸν ἐπιστάντα αὐτῇ ποτε μετὰ νεανίου καθευδούσῃ ἐμοῦ ἀποστάσῃ;

Πυθίας
Λυσία, τὸ μὲν ὅλον ἑταίρα ἐστί. πότε δ᾽ οὖν κατέλαβες αὐτοὺς συγκαθεύδοντας;

Λυσ´ιας
ἕκτην σχεδὸν ταύτην ἡμέραν, νὴ Δί᾽, ἕκτην γε, δευτέρᾳ ἱσταμένου: τὸ τήμερον δὲ ἑβδόμη ἐστίν. πατὴρ εἰδὼς ὡς πάλαι ἐρῴην ταυτησὶ τῆς χρηστῆς, ἐνέκλεισέ με παραγγείλας τῷ θυρωρῷ μὴ ἀνοίγειν: ἐγὼ δέ, οὐ γὰρ ἔφερον μὴ οὐχὶ συνεῖναι αὐτῇ, τὸν Δρόμωνα ἐκέλευσα παρακύψαντα παρὰ τὸν θριγκὸν τῆς αὐλῆς, ταπεινότατον ἦν, ἀναδέξασθαί με ἐπὶ τῶν νώτων: ῥᾷον [p. 314] γὰρ οὕτως ἀναβήσεσθαι ἔμελλον. τί ἂν μακρὰ λέγοιμι; ὑπερέβην, ἧκον, τὴν αὔλειον εὗρον ἀποκεκλεισμένην ἐπιμελῶς: μέσαι γὰρ νύκτες ἦσαν. οὐκ ἔκοψα δ᾽ οὖν, ἀλλ᾽ ἐπάρας ἠρέμα τὴν θύραν, ἤδη δὲ καὶ ἄλλοτ᾽ ἐπεποιήκειν αὐτό, παραγαγὼν τὸν στροφέα παρεισῆλθον [p. 263] ἀψοφητί. ἐκάθευδον δὲ πάντες, εἶτα ἐπαφώμενος τοῦ τοίχου ἐφίσταμαι τῇ κλίνῃ.

Ἰόεσσα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: