previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰόεσσα
Θρύπτῃ, Λυσία, πρὸς ἐμέ; καὶ καλῶς, ὅτι μήτε ἀργύριον πώποτε ᾔτησά σε μὴτ᾽ ἀπέκλεισα ἐλθόντα, ἔνδον ἕτερος, εἰποῦσα, μήτε παραλογισάμενον [p. 311] τὸν πατέρα ὑφελόμενον τῆς μητρὸς ἠνάγκασα ἐμοὶ τι κομίσαι ὁποῖα αἱ ἄλλαι ποιοῦσιν, ἀλλ᾽ εὐθὺς ἐξ ἀρχῆς ἄμισθον, ἀξύμβολον εἰσεδεξάμην. οἶσθα ὅσους ἐραστὰς παρεπεμψάμην, Ἠθοκλέα τὸν πρυτανεύοντα νῦν καὶ Πασίωνα τὸν ναύκληρον καὶ τὸν συνέφηβόν σου Μέλισσον, καίτοι ἔναγχος ἀποθανόντος αὐτῷ τοῦ πατρὸς καὶ κύριον αὐτὸν ὄντα τῆς οὐσίας: ἐγὼ δὲ σὲ τὸν Φάωνα μόνον εἶχον οὔτε τινὰ προσβλέπουσα ἕτερον οὔτε προσιεμένη ὅτι μὴ σέ: ᾤμην γὰρ ἀνόητος ἀληθῆ εἶναι ὤμνυες, καὶ διὰ τοῦτό σοι προσέχουσα ὥσπερ Πηνελόπη ἐσωφρόνουν, ἐπιβοωμένης τῆς μητρὸς καὶ πρὸς τὰς φίλας ἐγκαλούσης. σὺ δὲ ἐπείπερ ἔμαθες ὑποχείριον ἔχων με τετηκυῖαν [p. 261] ἐπὶ σοί, ἄρτι μὲν Λυκαίνῃ προσέπαιζες ἐμοῦ ὁρώσης, ὡς λυποίης ἐμέ, ἄρτι δὲ σὺν ἐμοὶ κατακείμενος ἐπῄνεις Μαγίδιον τὴν ψάλτριαν: ἐγὼ δ᾽ ἐπὶ τούτοις δακρύω καὶ συνίημι ὑβριζομένη. πρῴην δὲ ὁπότε συνεπίνετε Θράσων καὶ σὺ καὶ Δίφιλος, παρῆσαν καὶ αὐλητρὶς Κυμβάλιον καὶ Πυραλλὶς ἐχθρὰ οὖσα ἐμοί. σὺ δὲ τοῦτ᾽ εἰδὼς τὴν Κυμβάλιον μὲν οὔ μοι πάνυ ἐμέλησεν ὅτι πεντάκις ἐφίλησας: σεαυτὸν γὰρ ὕβριζες τοιαύτην φιλῶν: Πυραλλίδα δὲ ὅσον ἐνένευες, καὶ πιὼν ἄν ἐκείνῃ μὲν ὑπέδειξας τὸ ποτήριον, ἀποδιδοὺς δὲ τῷ παιδὶ πρὸς τὸ οὖς ἐκέλευες, εἰ μὴ Πυραλλὶς αἰτήσειε, μὴ ἂν ἄλλῳ ἐγχέαι: τέλος δὲ τοῦ μήλου ἀποδακών, ὁπότε τὸν Δίφιλον εἶδες ἀσχολούμενονἐλάλει γὰρ Θράσωνιπροκύψας πως εὐστόχως προσηκόντισας ἐς τὸν κόλπον αὐτῆς, οὐδὲ λαθεῖν γε πειρώμενος ἐμέ: δὲ φιλήσασα μεταξὺ [p. 312] τῶν μαστῶν ὑπὸ τῷ ἀποδέσμῳ παρεβύσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: