previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] τί σοι δοκεῖ ἐπιστολή, Χελιδόνιον;

Χελιδόνιον
τὰ μὲν ἄλλα ἀπὸ Σκυθῶν ῥῆσις, τὸ δὲμέμνησο Κλεινίουἔχει τινὰ ὑπόλοιπον ἐλπίδα.

Δροσίς
κἀμοὶ οὕτως, ἔδοξεν: ἀπόλλυμαι δ᾽ οὖν ὑπὸ τοῦ ἔρωτος. μέντοι Δρόμων ἔφασκε παιδεραστήν τινα εἶναι τὸν Ἀρισταίνετον καὶ ἐπὶ προφάσει τῶν μαθημάτων συνεῖναι τοῖς ὡραιοτάτοις τῶν νέων καὶ ἰδίᾳ λογοποιεῖσθαι πρὸς τὸν Κλεινίαν ὑποσχέσεις τινὰς ὑπισχνούμενον ὡς ἰσόθεον ἀποφανεῖ αὐτόν. ἀλλὰ καὶ ἀναγιγηνώσκει μετ᾽ αὐτοῦ ἐρωτικούς τινας λάγους τῶν παλαιῶν φιλοσόφων πρὸς τοὺς μαθητάς, καὶ ὅλος περὶ τὸ μειράκιόν ἐστιν. ἠπείλει δὲ καὶ τῷ πατρὶ τοῦ Κλεινίου κατερεῖν ταῦτα.

Χελιδόνιον
ἐχρῆν, Δροσί, γαστρίσαι τὸν Δρόμωνα.

Δροσίς
Ἐγάστρισα, καὶ ἄνευ δὲ τούτου ἐμός ἐστι: [p. 308] κέκνισται γὰρ κἀκεῖνος τῆς Νεβρίδος.

Χελιδόνιον
θάρρει, πάντα ἔσται καλῶς. ἐγὼ δὲ καὶ ἐπιγράψειν μοι δοχῶ ἐπὶ τοῦ τοίχου ἐν κεραμεικῷ, ἔνθα Ἀρχιτέλης εἴωθε περιπατεῖν, Ἀρισταίνετος διαφθείρει Κλεινίαν, ὥστε καὶ ἐκ τούτου συνδραμεῖν τῇ παρὰ τοῦ Δρόμωνος διαβολῇ.

Δροσίς
πῶς δ᾽ ἂν λάθοις ἐπιγράψασα;

Χελιδόνιον
τῆς νυκτός, Δροσί, ἄνθρακά ποθεν λαβοῦσα. [p. 258]

Δροσίς
εὖ γε, συστράτευε μόνον, Χελιδόνιον, κατὰ τοῦ ἀλαζόνος Ἀρισταινέτου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: