[3]
εὖ γε ὁ κατάρατος ἐπ᾽ ἐμὲ αὐτὸν καὶ μέχρι
τῶν Ἥρας γάμων; τοσοῦτον ἐμεθύσθη τοῦ νέκταρος;
ἀλλ᾽ ἡμεῖς τούτων αἴτιοι καὶ πέρα τοῦ μετρίου φιλάνθρωποι,
οἵ γε καὶ συμπότας αὐτοὺς ἐποιησάμεθα.
συγγνωστοὶ οὖν, εἰ πιόντες ὅμοια ἡμῖν καὶ ἰδόντες οὐράνια
κάλλη καὶ οἷα οὔ ποτε εἶδον ἐπὶ γῆς, ἐπεθύμησαν
ἀπολαῦσαι αὐτῶν ἔρωτι ἁλόντες: ὁ δ᾽ ἔρως βίαιόν τί
ἐστι καὶ οὐκ ἀνθρώπων μόνον ἄρχει, ἀλλὰ καὶ ἡμῶν αὐτῶν ἐνίοτε.
Ἥρα
σοῦ μὲν καὶ πάνυ οὗτός γε δεσπότης ἐστὶ καὶ
ἄγει σε καὶ φέρει τῆς ῥινός, φασίν, ἕλκων, καὶ σὺ ἕπῃ
αὐτῷ ἔνθα ἂν ἡγῆταί σοι, καὶ ἀλλάττῃ ῥᾳδίως ἐς ὅ τι
ἂν κελεύσῃ, καὶ ὅλως κτῆμα καὶ παιδιὰ τοῦ ἔρωτος σύ
γε: καὶ νῦν τῷ Ἰξίονι οἶδα καθότι συγγνώμην ἀπονέμεις
ἅτε καὶ αὐτὸς μοιχεύσας ποτὲ αὐτοῦ τὴν γυναῖκα, ἥ σοι
τὸν Πειρίθουν ἔτεκεν.
Ζεύς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.