[2]
εὖ λέγεις, ὅτι σου τὰ ἐγκαύματα ἰασάμην,
ὅτε πρῴην ἀνῆλθες ἡμίφλεκτος ὑπ᾽ ἀμφοῖν διεφθαρμένος
τὸ σῶμα, καὶ τοῦ χιτῶνος καὶ μετὰ τοῦτο τοῦ πυρός:
ἐγὼ δὲ εἰ καὶ μηδὲν ἄλλο, οὔτε ἐδούλευσα ὥσπερ σὺ οὔτε
[p. 92]
ἔξαινον ἔρια ἐν Λυδίᾳ πορφυρίδα ἐνδεδυκὼς καὶ παιόμενος
ὑπὸ τῆς Ὀμφάλης χρυσῷ σανδάλῳ, ἀλλὰ οὐδὲ μελαγχολήσας
ἀπέκτεινα τὰ τέκνα καὶ τὴν γυναῖκα.
Ἡρακλῆς
εἰ μὴ παύσῃ λοιδορούμενός μοι, αὐτίκα μάλα
εἴσῃ ὡς οὐ πολύ σε ὀνήσει ἡ ἀθανασία, ἐπεὶ ἀράμενός σε
ῥίψω ἐπὶ κεφαλὴν ἐκ τοῦ οὐρανοῦ, ὥστε μηδὲ τὸν Παιῶνα
ἰάσασθαί σε τὸ κρανίον συντριβέντα.
Ζεύς
παύσασθε, φημί, καὶ μὴ ἐπιταράττετε ἡμῖν
τὴν ξυνουσίαν, ἢ ἀμφοτέρους ἀποπέμψομαι ὑμᾶς τοῦ
ξυμποσίου. καίτοι εὔγνωμον, ὦ Ἡράκλεις, προκατακλίνεσθαί
σου τὸν Ἀσκληπιὸν ἅτε καὶ πρότερον ἀποθανόντα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.