[3]
καὶ μὴν πρόδηλός γε ὁ ἔρως οὑτοσὶ πολὺς
ὢν ὁ περὶ τοὺς ἀτέκνους καὶ πλουσίους γέροντας.
Σιμύλος
νῦν μανθάνω σου τὸ κάλλος, ὦ θαυμάσιε,
ὅτι παρὰ τῆς χρυσῆς Ἀφροδίτης ἦν.
Πολύστρατος
ἀτάρ, ὦ Σιμύλε, οὐκ ὀλίγα τῶν ἐραστῶν
ἀπολέλαυκα μονονουχὶ προσκυνούμενος ὑπ᾽ αὐτῶν: καὶ
ἐθρυπτόμην δὲ πολλάκις καὶ ἀπέκλειον αὐτῶν τινας ἐνίοτε,
οἱ δὲ ἡμιλλῶντο καὶ ἀλλήλους ὑπερεβάλλοντο ἐν τῇ
περὶ ἐμὲ φιλοτιμίᾳ.
Σιμύλος
τέλος δ᾽ οὖν πῶς ἐβουλεύσω περὶ τῶν κτημάτων;
Πολύστρατος
ἐς τὸ φανερὸν μὲν ἕκαστον αὐτῶν κληρονόμον
ἀπολιπεῖν ἔφασκον, ὁ δ᾽ ἐπίστευέ τε ἂν καὶ κολακευτικώτερον
παρεσκεύαζεν ἑαυτόν, ἄλλας δὲ τὰς ἀληθεῖς
διαθήκας ἔχων, ἐκείνας κατέλιπον οἰμώζειν ἅπασι φράσας.
Σιμύλος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.