Διογένης
ὦ Κάρ, ἐπὶ τίνι μέγα φρονεῖς καὶ πάντων
ἡμῶν προτιμᾶσθαι ἀξιοῖς;
Μαύσωλος
καὶ ἐπὶ τῇ βασιλείᾳ μέν, ὦ Σινωπεῦ, ὃς
ἐβασίλευσα Καρίας μὲν ἁπάσης, ἦρξα δὲ καὶ Λυδῶν ἐνίων
καὶ νήσους δέ τινας ὑπηγαγόμην καὶ ἄχρι Μιλήτου ἐπέβην
τὰ πολλὰ τῆς Ἰωνίας καταστρεφόμενος: καὶ καλὸς
ἦν καὶ μέγας καὶ ἐν πολέμοις καρτερός: τὸ δὲ μέγιστον,
ὅτι ἐν Ἁλικαρνασσῷ μνῆμα παμμέγεθες ἔχω ἐπικείμενον,
ἡλίκον οὐκ ἄλλος νεκρός, ἀλλ᾽ οὐδὲ οὕτως ἐς κάλλος
ἐξησκημένον, ἵππων καὶ ἀνδρῶν ἐς τὸ ἀκριβέστατον εἰκασμένων
λίθου τοῦ καλλίστου, οἷον οὐδὲ νεὼν εὕροι
τις ἂν ῥᾳδίως. οὐ δοκῶ σοι δικαίως ἐπὶ τούτοις μέγα φρονεῖν;
Διογένης
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.