Πρωτεσίλεως
ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ
καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρωτικήν.
Πλούτων
σὺ δὲ τίνων δέῃ παρ᾽ ἡμῶν; ἢ τίς ὢν τυγχάνεις;
Πρωτεσίλεως
εἰμὶ μὲν Πρωτεσίλεως ὁ Ἰφίκλου Φυλάκιος
συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν τῶν ἐπ᾽
Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν.
Πλούτων
τοῦτον μὲν τὸν ἔρωτα, ὦ Πρωτεσίλαε,
πάντες νεκροὶ ἐρῶσι, πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι.
Πρωτεσίλεως
ἀλλ᾽ οὐ τοῦ ζῆν, Ἀϊδωνεῦ, ἐρῶ ἔγωγε, τῆς
γυναικὸς δέ, ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν
ᾠχόμην ἀποπλέων, εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει
ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν ἔρως τῆς γυναικὸς οὐ
[p. 178]
μετρίως ἀποκναίει με, ὦ δέσποτα, καὶ βούλομαι κἂν πρὸς
ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.
Πλούτων
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.