next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐκοῦν Προμηθέα με εἶναι φής; εἰ μὲν κατὰ τοῦτο, ἄριστε, ὡς πηλίνων κἀμοὶ τῶν ἔργων ὄντων, γνωρίζω τὴν εἰκόνα καί φημι ὅμοιος εἶναι αὐτῷ, οὐδ᾽ ἀναίνομαι πηλοπλάθος ἀκούειν, εἰ καὶ φαυλότερος ἐμοὶ πηλὸς οἷος ἐκ τριόδου, βόρβορός τις παρὰ μικρόν: εἰ δὲ ὑπερεπαινῶν τοὺς λόγους ὡς δῆθεν εὐμηχάνους ὄντας τὸν σοφώτατον τῶν Τιτάνων ἐπιφημίζεις αὐτοῖς, ὅρα μή τις εἰρωνείαν φῇ καὶ μυκτῆρα οἷον τὸν Ἀττικὸν προσεῖναι τῷ ἐπαίνῳ. πόθεν γὰρ εὐμήχανον τοὐμόν; τίς δ᾽ περιττὴ σοφία καὶ προμήθεια ἐν τοῖς γράμμασιν; ὡς ἔμοιγε ἱκανόν, εἰ μὴ πάνυ σοι γήϊνα ἔδοξε μηδὲ κομιδῇ ἄξια τοῦ Καυκάσου. καίτοι πόσῳ δικαιότερον ὑμεῖς ἂν εἰκάζοισθε τῷ Προμηθεῖ, ὁπόσοι ἐν δίκαις εὐδοκιμεῖτε ξὺν ἀληθείᾳ ποιούμενοι τοὺς ἀγῶνας; ζῶντα γοῦν ὡς ἀληθῶς καὶ ἔμψυχα ὑμῖν τὰ ἔργα, καὶ νὴ Δία καὶ τὸ θερμὸν αὐτῶν ἐστι διάπυρον: καὶ τοῦτο ἐκ τοῦ Προμηθέως ἂν εἴη, πλὴν εἰ μὴ διαλλάττοιτε, ὅτι μὴ ἐκ πηλοῦ πλάττετε, ἀλλὰ χρυσᾶ ὑμῖν τοῖς πολλοῖς τὰ πλάσματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: