[6]
εἰ δὲ καὶ χρὴ ὁμόσε χωρήσαντα τῇ αἰτίᾳ
τὴν ὀρθοτάτην ἀπολογίαν ἀπολογήσασθαι, ἀνάγνωθι,
ὦ οὗτος, τὰ Ἔργα μου καὶ τὰς Ἡμέρας: εἴσῃ γὰρ ὅσα ἐν
τῷ ποιήματι τούτῳ μαντικῶς ἅμα καὶ προφητικῶς προτεθέσπισταί
μοι τὰς ἀποβάσεις προδηλοῦντα τῶν τε ὀρθῶς
καὶ κατὰ καιρὸν πραττομένων καὶ τῶν παραλελειμμένων τὰς ζημίας. καὶ τὸ
οἴσεις δ᾽ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται,
καὶ πάλιν ὅσα ἀγαθὰ περιέσται τοῖς ὀρθῶς γεωργοῦσι,
χρησιμωτάτη ἂν τῷ βίῳ μαντικὴ νομίζοιτο.
Λυκῖνος
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.