previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] ταῦτα μὲν εἶναι [p. 325] δοκεῖ, τις ἂν ὡς ἐν τοιούτῳ ἀπολογήσασθαι ἔχοι, οὐ πάνυ εὐπρόσωπον ἕκαστον αὐτῶν. σὺ δέ μοι θάρρει, ἑταῖρε, ὡς οὐδενὶ τούτων ἐμοῦ χρησομένου: μὴ γὰρ τοσοῦτός ποτε λιμὸς καταλάβοι τὸ Ἄργος, ὡς τὴν Κυλλάραβιν σπείρειν ἐπιχειρεῖν: οὐδ᾽ ἡμεῖς οὕτω πένητες εὐλόγου ἀπολογίας ὡς ὑπὸ ἀπορίας τὰ τοιαῦτα κρησφύγετα πρὸς τὴν κατηγορίαν ζητεῖν. ἀλλά μοι ἐκεῖνο ἐννόησον, ὡς πάμπολυ διαφέρει, ἐς οἰκίαν τινὸς πλουσίου ὑπόμισθον παρελθόντα δουλεύειν καὶ ἀνέχεσθαι ὅσα μοί φησι τὸ βιβλίον, δημοσίᾳ πράττοντά τι τῶν κοινῶν καὶ ἐς δύναμιν πολιτευόμενον ἐπὶ τούτῳ παρὰ βασιλέως μισθοφορεῖν. διελθὼν δὴ καὶ ἰδίᾳ καταθεὶς ἑκάτερον σκόπει: εὑρήσεις γὰρ τὸ τῶν μουσικῶν δὴ τοῦτο, δὶς διὰ πασῶν τὸ πρᾶγμα, καὶ τοσοῦτον ἐοικότας ἀλλήλοις τοὺς βίους, ὅσον μόλυβδος ἀργύρῳ καὶ χαλκὸς χρυσῷ καὶ ἀνεμώνη ῥόδῳ καὶ ἀνθρώπῳ πίθηκος: μισθὸς μὲν γὰρ δὴ κἀκεῖ κἀνταῦθα καὶ τὸ ὑπ᾽ ἄλλῳ τάττεσθαι, τὸ δὲ πρᾶγμα παμπόλλην ἔχει τὴν διαφωνίαν. ἐκεῖ μὲν γὰρ δουλεία σαφὴς καὶ οὐ πολὺ τῶν ἀργυρωνήτων καὶ οἰκοτρίβων διαφέρουσιν οἱ ἐπὶ τῷ τοιουτωῒ εἰσιόντες, οἱ δὲ τὰ κοινὰ διὰ χειρὸς ἔχοντες καὶ πόλεσι καὶ ἔθνεσιν ὅλοις σφᾶς αὐτοὺς χρησίμους παρέχοντες οὐκ ἂν εἰκότως ἐκ μόνου τοῦ μισθοῦ διαβάλλοιντο καὶ ἐς ὁμοιότητα καὶ κοινωνίαν τῆς κατηγορίας καθέλκοιντο: ἐπεὶ οὐκ ἂν φθάνοι τις ἁπάσας ἀναιρῶν τὰς τοιαύτας προστασίας, καὶ οὔτε οἱ τοσαῦτα ἔθνη ἐπιτροπεύοντες οὔθ᾽ οἱ τὰς πόλεις ἁρμόττοντες οὔθ᾽ οἱ τὰς φάλαγγας στρατόπεδα ὅλα ἐγχειριζόμενοι ὀρθῶς ποιήσουσιν, ἐπεὶ καὶ μισθὸς αὐτῶν τῷ ἔργῳ πρόσεστιν. ἀλλ᾽ οὐκ ἀφ᾽ ἑνός, οἶμαι, χρὴ ἀνατρέπειν τὰ πάντα οὐδ᾽ ἰσοτιμίαν τῶν μισθοφορούντων καθιστάναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: