previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] ταυτὶ οὐ μὰ Δία πρὸς Νίκανδρον τὸν ποιητὴν φιλοτιμούμενος διεξῆλθον, οὐδ᾽ ὅπως ὑμεῖς μάθοιτε ὡς οὐκ ἀμελὲς γεγένηταί μοι φύσεις τῶν Λιβυκῶν ἑρπετῶν εἰδέναι: ἰατρῶν γὰρ ἂν μᾶλλον ἔπαινος εἴη, οἷς ἀνάγκη εἰδέναι ταῦτα, ὡς καὶ ἀμύνασθαι αὐτὰ μετὰ τῆς τέχνης ἔχοιεν: ἀλλά μοι δοκῶκαὶ πρὸς φιλίου μὴ δυσχεράνητε τὴν [p. 209] εἰκόνα θηριώδη οὖσανὅμοιόν τι καὶ αὐτὸς παθεῖν πρὸς ὑμᾶς, οἷον ἐκεῖνοι πάσχουσι πρὸς τὸ ποτὸν οἱ δηχθέντες ὑπὸ τῆς διψάδος: ὅσῳ γὰρ ἂν ἐπὶ πλέον παρίω ἐς ὑμᾶς, τοσούτῳ μᾶλλον ὀρέγομαι τοῦ πράγματος καὶ τὸ δίψος ἄσχετον ὑπεκκαίεταί μοι καὶ ἔοικα οὐδ᾽ ἐμπλησθήσεσθαί ποτε τοῦ τοιούτου ποτοῦ. μάλα εἰκότως. ποῦ γὰρ ἂν οὕτω διειδεῖ τε καὶ καθαρῷ ὕδατι ἐντύχοιμι; ὥστε σύγγνωτε, εἰ δηχθεὶς καὶ αὐτος τὴν ψυχὴν ἡδίστῳ τούτῳ καὶ ὑγιεινοτάτῳ τῷ δήγματι ἐμφοροῦμαι χανδὸν ὑποθεὶς τῷ κρουνῷ τὴν κεφαλήν: εἴη μόνον μὴ ἐπιλιπεῖν τὰ παρ᾽ ὑμῶν ἐπιρρέοντα μηδὲ χυθεῖσαν τὴν σπουδὴν τῆς ἀκροάσεως κεχηνότα ἔτι καὶ διψῶντα καταλιπεῖν: ὡς δίψους γε ἕνεκα τοὐμοῦ πρὸς ὑμᾶς οὐδὲν ἂν ἐκώλυε πίνειν ἀεί: κατὰ γὰρ τὸν σοφὸν Πλάτωνα κόρος οὐδεὶς τῶν καλῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: