This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καίτοι ταῦτα πάντα ὁπόσα εἶπον,
τὸ θάλπος, τὸ δίψος, ἡ ἐρημία, τὸ μηδὲν ἔχειν ἐκ τῆς
γῆς λαβεῖν, ἧττον ὑμῖν δυσχερῆ εἶναι δόξει τοῦ λεχθησομένου,
καὶ δι᾽ ὃ φευκτέα πάντως ἡ χώρα ἐκείνη: ἑρπετὰ
γὰρ ποικίλα μεγέθει τε μέγιστα καὶ πλήθει πάμπολλα
καὶ τὰς μορφὰς ἀλλόκοτα καὶ τὸν ἰὸν ἄμαχα ἐπινέμεται
τὴν γῆν, τὰ μὲν ὑποβρύχια, φωλεύοντα ἐν μυχῷ
[p. 207]
τῆς ψάμμου, τὰ δὲ ἄνω ἐπιπολάζοντα, φύσαλοι καὶ ἀσπίδες
καὶ ἔχιδναι καὶ κεράσται καὶ βουπρήστεις καὶ ἀκοντίαι
καὶ ἀμφίσβαιναι καὶ δράκοντες καὶ σκορπίων γένος
διττόν, τὸ μὲν ἕτερον ἐπίγειόν τε καὶ πεζόν, ὑπέρμεγα
καὶ πολυσφόνδυλον, θάτερον δὲ ἐναέριον καὶ πτηνόν,
ὑμενόπτερον δὲ οἷα ταῖς ἀκρίσι καὶ τέττιξι καὶ νυκτερίσι
τὰ πτερά. τοιαῦτα ὄρνεα πολλὰ ἐπιπετόμενα οὐκ εὐπρόσιτον
ἀπεργάζεται τὴν Λιβύην ἐκείνην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.