Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
τοῦ πράγματος. ἑκάστου γὰρ δὴ ἴδιόν τι καλόν ἐστιν:
εἰ δὲ τοῦτο ἐναλλάξειας, ἀκαλλὲς τὸ αὐτὸ παρὰ τὴν χρῆσιν
γίγνεται. ἐῶ λέγειν ὅτι οἱ ἔπαινοι ἑνὶ μὲν ἴσως τερπνοί,
τῷ ἐπαινουμένῳ, τοῖς δ᾽ ἄλλοις ἐπαχθεῖς, καὶ μάλιστα
ἢν ὑπερφυεῖς τὰς ὑπερβολὰς ἔχωσιν, οἵους αὐτοὺς
οἱ πολλοὶ ἀπεργάζονται, τὴν εὔνοιαν τὴν παρὰ τῶν ἐπαινουμένων
θηρώμενοι καὶ ἐνδιατρίβοντες ἄχρι τοῦ πᾶσι
προφανῆ τὴν κολακείαν ἐξεργάσασθαι: οὐδὲ γὰρ κατὰ
τέχνην αὐτὸ δρᾶν ἴσασιν οὐδ᾽ ἐπισκιάζουσι τὴν θωπείαν,
ἀλλ᾽ ἐμπεσόντες ἀθρόα πάντα καὶ ἀπίθανα καὶ γυμνὰ
διεξίασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.