Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐγὼ δὲ ἐν μὲν τοῖς δυνατοῖς οὐδὲ κελευσθῆναι περιμένω: πρῴην γοῦν ἄκλητος ἧκον ἐπὶ τὴν
βοήθειαν. ὅταν δέ τι ᾖ τελέως ἀπεγνωσμένον, οὐδ᾽ ἐπιχειρεῖν βούλομαι. ἐπὶ δὲ τῆς γυναικὸς ταύτης εἰκότως καὶ ἀτολμότερός εἰμι: λογίζομαι γὰρ οἷα πάθοιμ᾽ ἂν ὑπὸ τοῦ πατρὸς ἀποτυχών,
ὃς οὐδὲ ἀρξάμενος τῆς θεραπείας ἀποκηρύττομαι. ἄχθομαι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐπὶ τῇ μητρυιᾷ χαλεπῶς ἐχούσῃ χρηστὴ γὰρ
ἦν καὶ ἐπὶ τῷ πατρὶ δι᾽ ἐκείνην ἀνιωμένῳ, τὸ
δὲ μέγιστον, ἐπ᾽ ἐμαυτῷ ἀπειθεῖν δοκοῦντι καὶ
ἃ προστάττομαι ὑπουργεῖν οὐ δυναμένῳ καὶ δι᾽
ὑπερβολὴν τῆς νόσου καὶ ἀσθένειαν τῆς τέχνης.
πλὴν οὐ δίκαιον οἶμαι ἀποκηρύττεσθαι τὸν ἃ
μὴ δύναται ποιεῖν μηδὲ τὴν ἀρχὴν ὑπισχνούμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.