Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[72]
πῶς οὖν οὐ παναρμόνιόν τι χρῆμα ὄρχησις, θήγουσα μὲν τὴν ψυχήν, ἀσκοῦσα δὲ καὶ τὸ σῶμα, τέρπουσα δὲ τοὺς ὁρῶντας, διδάσκουσα δὲ πολλὰ τῶν πάλαι ὑπ᾽ αὐλοῖς καὶ κυμβάλοις καὶ μελῶν εὐρυθμίᾳ καὶ κηλήσει διά τε ὀφθαλμῶν καὶ ἀκοῆς ; εἴτ᾽ οὖν ^ φωνῆς εὐμοιρίαν ζητεῖς, ποῦ ἂν ἀλλαχόθι
εὕροις, ἢ ποῖον πολυφωνότερον ἄκουσμα ἢ ἐμμελέστερον ; εἴτε αὐλοῦ καὶ σύριγγος τὸ λιγυρώτερον,
[p. 276]
ἅλις καὶ τούτων ἐν ὀρχήσει ἀπολαῦσαί σοι πάρεστιν.
ἐῶ λέγειν ὡς ἀμείνων τὸ ἦθος ὁμιλῶν τῇ τοιαύτῃ θέᾳ γενήσῃ, ὅταν ὁρᾷς ^ τὸ θέατρον μισοῦν μὲν τὰ κακῶς γιγνόμενα, ἐπιδακρῦον δὲ τοῖς ἀδικουμένοις,
καὶ ὅλως τὰ ἤθη τῶν ὁρώντων παιδαγωγοῦν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.