previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[36] ὡς ἀναφθείη τάχιστα. καὶ ἐπειδὴ σελήνη ἀνέτελλενἔδει γὰρ κἀκείνην θεάσασθαι τὸ κάλλιστον τοῦτο ἔργονπρόεισιν ἐκεῖνος ἐσκευασμένος ἐς τὸν ἀεὶ τρόπον καὶ ξὺν αὐτῷ τὰ τέλη τῶν κυνῶν, καὶ μάλιστα γεννάδας ἐκ Πατρῶν, δᾷδα ἔχων, οὐ φαῦλος δευτεραγωνιστής: ἐδᾳδοφόρει δὲ καὶ Πρωτεύς. καὶ προσελθόντες ἄλλος ἀλλαχόθεν ἀνῆψαν τὸ πῦρ μέγιστον ἅτε ἀπὸ δᾴδων καὶ φρυγάνων. δὲκαί μοι πάνυ ἤδη πρόσεχε τὸν νοῦνἀποθέμενος τὴν πήραν καὶ τὸ τριβώνιον καὶ τὸ Ἡράκλειον ἐκεῖνο ῥόπαλον, ἔστη ἐν ὀθόνῃ ῥυπώσῃ ἀκριβῶς. εἶτα ᾔτει λιβανωτόν, ὡς ἐπιβάλοι ἐπὶ τὸ πῦρ, καὶ ἀναδόντος τινὸς ἐπέβαλέν τε καὶ εἶπεν ἐς τὴν μεσημβρίαν ἀποβλέπωνκαὶ γὰρ καὶ τοῦτ᾽ αὐτὸ ^ πρὸς τὴν τραγῳδίαν ἦν, μεσημβρία — ‘ δαίμονες μητρῷοι καὶ πατρῷοι, δέξασθέ με εὐμενεῖς.’ ταῦτα εἰπὼν ἐπήδησεν ἐς τὸ πῦρ, οὐ μὴν ἑωρᾶτό γε, ἀλλὰ περιεσχέθη ὑπὸ τῆς φλογὸς πολλῆς ἠρμένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: