Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
ἐν ταύτῃσι τῇσι ἡμέρῃσι καὶ Γάλλοι γίγνονται. ἐπεὰν γὰρ οἱ ἄλλοι αὐλέωσί τε καὶ
ὄργια ^ ποιέωνται, ἐς πολλοὺς ἤδη ἡ μανίη ἀπικνέεται, καὶ πολλοὶ ἐς θέην ἀπικόμενοι μετὰ
δὲ τοιάδε ἔπρηξαν. καταλέξω, δὲ καὶ τὰ ποιέουσιν. ὁ νεηνίης ὅτῳ τάδε ἀποκέαται ῥίψας τὰ
εἵματα μεγάλῃ βοῇ ἐς μέσον ἔρχεται καὶ ξίφος ἀναιρέεται: τὸ δὲ πολλὰ ἔτη, ἐμοὶ δοκέει, καὶ τοῦτο ἕστηκε. λαβὼν δὲ αὐτίκα τάμνει ἑωυτὸν θέει τε διὰ τῆς πόλιος καὶ τῇσι χερσὶ φέρει τὰ ἔταμεν. ἐς ὁκοίην δὲ οἰκίην τάδε ἀπορρίψει, ἐκ
[p. 404] ταύτης ἐσθῆτά τε θηλέην καὶ κόσμον τὸν γυναικήιον λαμβάνει. τάδε μὲν ἐν τῇσι τομῇσι
ποιέουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.