previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] τὸ δὲ ἀπὸ τούτου λέγεται λόγος ὑπὸ τῶν ἐν τῇ ἱρῇ πόλει μεγάλως ἄξιος θωυμάσαι, ὅτι ἐν τῇ σφετέρῃ χώρῃ] χάσμα μέγα ἐγένετο καὶ τὸ σύμπαν ὕδωρ κατεδέξατο: Δευκαλίων δέ, ἐπεὶ τάδε ἐγένετο, βωμούς τε ἔθετο καὶ νηὸν ἐπὶ τῷ χάσματι Ἥρης ἅγιον ἐστήσατο. ἐγὼ δὲ καὶ τὸ χάσμα εἶδον, καὶ ἔστιν ὑπὸ τῷ νηῷ κάρτα μικρόν. εἰ μὲν ὦν πάλαι καὶ μέγα ἐὸν νῦν τοιόνδε ἐγένετο, οὐκ οἶδα: τὸ δὲ ἐγὼ εἶδον, μικρόν ἐστιν. σῆμα δὲ τῆς ἱστορίης τόδε πρήσσουσιν. δὶς ἑκάστου ἔτεος ἐκ θαλάσσης ὕδωρ ἐς τὸν νηὸν ἀπικνέεται. φέρουσι δὲ οὐκ ἱρέες μοῦνον, ἀλλὰ πᾶσα Συρίη καὶ Ἀραβίη, καὶ πέρηθεν τοῦ Εὐφρήτεω πολλοὶ ἄνθρωποι ἐς θάλασσαν ἔρχονται καὶ πάντες ὕδωρ φέρουσιν, τὸ πρῶτα μὲν ἐν τῷ νηῷ ἐκχέουσι, μετὰ δὲ ἐς τὸ χάσμα κατέρχεται, καὶ δέκεται τὸ χάσμα μικρὸν ἐὸν ὕδατος χρῆμα πολλόν. τὰ δὲ ποιέοντες Δευκαλίωνα ἐν τῷ ἱρῷ τόνδε νόμον θέσθαι λέγουσι συμφορῆς τε καὶ εὐεργεσίης μνῆμα ἔμμεναι. [p. 354] μὲν ὦν ἀρχαῖος αὐτοῖσι λόγος ἀμφὶ τοῦ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: