Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
τάχ᾽ ἂν οὖν:'- φαίης, μᾶλλον δὲ ἤδη εἴρηκας, ‘ ἐπαινεῖν μέν σοι εἰς τὸ κάλλος ἐφείσθω: ἀνεπίφθονον μέντοι ποιήσασθαι τὸν ἔπαινον ἐχρῆν, ἀλλὰ μὴ θεαῖς ἀπεικάζειν ἄνθρωπον οὖσαν.’ ἐγὼ δὲ — ἤδη γάρ με προάξεται τἀληθὲς εἰπεῖν —
οὐ θεαῖς σε,^ ὦ βελτίστη, εἴκασα, τεχνιτῶν δὲ ἀγαθῶν δημιουργήμασιν λίθου καὶ χαλκοῦ ἢ ἐλέφαντος πεποιημένοις: τὰ δὲ ὑπ᾽ ἀνθρώπων γεγενημένα οὐκ ἀσεβές, οἶμαι, ἀνθρώποις
[p. 328] εἰκάζειν. ἐκτὸς εἰ μὴ σὺ τοῦτο εἶναι τὴν Ἀθηνᾶν ὑπείληφας τὸ ὑπὸ Φειδίου πεπλασμένον ἢ τοῦτο τὴν οὐρανίαν Ἀφροδίτην ὃ ἐποίησεν Πραξιτέλης
ἐν Κνίδῳ οὐ πάνυ πολλῶν ἐτῶν. ἀλλ᾽ ὅρα μὴ ἄσεμνον ᾖ τὰ τοιαῦτα περὶ τῶν θεῶν δοξάζειν,
ὧν τάς γε ^ ἀληθεῖς εἰκόνας ἀνεφίκτους εἶναι ἀνθρωπίνῃ μιμήσει ἔγωγε ὑπολαμβάνω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.