Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
καὶ ἑαυτὴν οὖν τὸ μὲν πλάσμα σου ἐπαινεῖν καὶ τὴν ἐπίνοιαν τῶν εἰκόνων, μὴ γνωρίζειν δὲ τὴν ὁμοιότητα μὴ γὰρ εἶναι τῶν τηλικούτων ἀξίαν, μηδὲ ἐγγύς, ὅτι μηδὲ ἄλλην τινά, γυναῖκὰ
γε οὖσαν ὥστε ἀφίησί σοι ταύτην τὴν τιμὴν καὶ προσκυνεῖ σου τὰ ἀρχέτυπα καὶ
παραδείγματα. σὺ δὲ τὰ ἀνθρώπινα, ταῦτα ἐπαίνει
αὐτήν, μηδὲ ὑπὲρ τὸν πόδα ἔστω τὸ ὑπόδημα, ‘μὴ καὶ ἐπιστομίσῃ με,’ φησίν, ‘ἐμπεριπατοῦσαν
αὐτῷ.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.