previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] καὶ θεοφιλεῖς τινες εἶναι δοκοῦντες: οἱ δὲ τοὺς ἐν ταῖς οἰκίαις χειμῶνας καὶ τὰς τρικυμίας καὶ νὴ Δία πεντακυμίας τε καὶ δεκακυμίας, εἰ οἷόν τε εἰπεῖν, διηγούμενοι, καὶ ὡς τὸ πρῶτον εἰσέπλευσαν, γαληνοῦ ὑποφαινομένου τοῦ πελάγους, καὶ ὅσα πράγματα παρὰ τὸν πλοῦν ὅλον ὑπέμειναν διψῶντες ναυτιῶντες ὑπεραντλούμενοι τῇ ἅλμῃ, καὶ τέλος ὡς πρὸς πέτραν τινὰ ὕφαλον σκόπελον ἀπόκρημνον περιρρήξαντες τὸ δύστηνον σκαφίδιον ἄθλιοι κακῶς ἐξενήξαντο γυμνοὶ καὶ πάντων ἐνδεεῖς τῶν ἀναγκαίωνἐν δὴ τούτοις καὶ τῇ τούτων διηγήσει ἐδόκουν μοι τὰ πολλὰ οὗτοι ὑπ᾽ αἰσχύνης ἐπικρύπτεσθαι, καὶ ἑκόντες εἶναι ἐπιλανθάνεσθαι αὐτῶν. ἀλλ᾽ ἔγωγε κἀκεῖνα καὶ εἲ τιν᾽ ^ ἄλλα ἐκ τοῦ λόγου συντιθεὶς εὑρίσκω προσόντα ταῖς τοιαύταις συνουσίαις, οὐκ ὀκνήσω σοι πάντα, καλὲ Τιμόκλεις, διεξελθεῖν: δοκῶ γάρ μοι ἐκ πολλοῦ ἤδη κατανενοηκέναι σε τούτῳ τῷ βίῳ ἐπιβουλεύοντα, [p. 416]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: